Ancient Greek
Page 573
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 573
Not analysed yet
Πορεύομαι γάρ, φησί, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.» Τὸ δὲ Υἱὸς ὄνομα, τὸ οὐσιωδῶς ἐκ Πατρὸς γεγεννῆσθαι δηλοῖ. Πλεῖστοι δὴ οὖν ὅσοι κατὰ φύσιν υἱοί, μᾶλλον δὲ ἀριθμοῦ κρείττονες· καὶ τὸ τῆς δυσφημίας παρείσθω πλάτος, εἰ πάντες υἱοὶ κατὰ φύσιν, ταύτῃ τοι καὶ θεοί. Ἀλλ' οἶμαί που πάντως αὐτίκα δὴ μάλα ἐρεῖν ὅτι ξένιον μὲν εἰς ἡμᾶς ἡμερότητος Θεοῦ τὸ τῆς υἱότητος ὄνομα· (γηγενεῖς γὰρ ὄντες τὴν φύσιν, οὐκ ἐκ Θεοῦ γεγεννήμεθα, κατά γε τὸν ἀληθῆ τῆς γεννήσεως τρόπον), ἔξωθεν δὲ ἡμῖν καὶ εἰσκεκριμένον, τὸ χρῆναι καλεῖν Πατέρα τὸν Θεόν. Εἶτα τί, φαῖμεν ἂν καὶ ἡμεῖς αὐτοῖς, ὦ πάντα τολμῶντες εὐκόλως, τί μὴ οὐχὶ τοῖς ἴσοις ἀπευθύνεσθε λογισμοῖς πρὸς τὸ ὀρθῶς τε καὶ ἀμωμήτως ἔχον, παραληροῦντες δὲ οὕτως οὐκ ἐρυθριᾶτε μακρά; Πῶς γὰρ οὐκ ἄμεινον διενθυμεῖσθαι σοφῶς ὡς ἐπείπερ ἐστὶ κατὰ φύσιν ἐκ Θεοῦ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἀκαλλὲς αὐτῷ τὸ συναριθμεῖσθαι κτίσμασι, πρέποι δ' ἂν μᾶλλον τὸ εἶναι Θεόν; καὶ ἐπειδὴ πέφηνεν ἄνθρωπος, εἰσποίητόν τε καὶ ἐπακτὸν εἴη δήπου πάντως ἂν μετὰ τῆς σαρκὸς καὶ τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ ὑπὸ Θεῷ γενέσθαι τὸν ἐξ αὐτοῦ; Β. Ἀλλ' εἰ μηδέν, φησί, τὸ διάφορον ἐν Υἱῷ, Θεὸς δὲ οὕτως ἐστὶν ὥσπερ ἂν νοοῖτο καὶ ὁ Πατήρ, πάντως που καὶ ἴσον ἐρεῖς καὶ κατ' οὐδὲν ὅλως μειονεκτούμενον. Εἶτα πῶς ἔφασκεν αὐτός· «Ὁ Πατήρ μου μείζων μού ἐστιν;» Α. Θεοῦ γάρ, εἰπέ μοι, πρὸς Θεόν, εἰ ἐπ' ἀμφοῖν νοοῖτο τὸ φύσει τε καὶ ἀληθῶς, ποίαν ἄν τις ἴδοι τὴν διαφοράν, ἢ τί τὸ μεσολαβοῦν κατά γε τὸ ἑτεροίως ἔχειν; Ἐπειδὴ δὲ χαρακτῆρα τοῦ Πατρὸς ἄκρως τε καὶ πέρα λόγου παντὸς οἱονεί πως ἐκτετορνευμένον εἰς ἐμφέρειαν φυσικὴν διεβεβαιούμεθα τὸν Υἱόν, πῶς ἂν ἡμῖν, εἴπερ ἀληθῶς ἐν μείοσι καὶ οὐχὶ τελείως ἐστὶν ἐν οἷς ὁ Πατήρ, κατασημήνειεν ἂν ἐν ἑαυτῷ τὸν ἀμείνω τε καὶ ὑπερκείμενον κατ' αὐτούς; Οὐ γάρ που τὸ ἐνδεὲς τοῦ τελείως ἔχοντος εἰκών τε καὶ ὁμοιότης ἀπαραποίητος παντελῶς εἴη ἄν· ἀλλ' οὐδ' ἂν Θεὸς ὑπεράλλοιτο Θεόν, ἤγουν ἐν χείροσιν ἅτερος ἁτέρου νοοῖτό ποτε κατά γε τὸ εἶναι Θεός, ἐπεὶ μηδὲ ἄνθρωπος ἀνθρώπου, κατά γε τὸ εἶναι τοῦθ' ὅπερ εἰσί, διαφέροι ἄν. Ῥώμῃ μὲν γὰρ καὶ φρονήσει καὶ τοῖς κατ' ἀρετὴν αὐχήμασι, καὶ μὴν καὶ ποσότητι καὶ ὑφέσει σώματος, δυσειδείᾳ τε καὶ εὐμορφίᾳ καὶ χρώματος ἑτερότητι διενεγκεῖν ὁ δεῖνα τοῦ δεῖνος λέγοιτ' ἂν ἔσθ' ὅτε. Εἰ δὲ δή