Ancient Greek
Page 582
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 582
Not analysed yet
Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, δηλονότι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Α. Εἶτα τί τοῦτο ἐροῦσι, τὸ ὑποτετάχθαι φημὶ τῷ Πατρὶ τὸν Υἱόν, ἢ καὶ ὅπως ἂν ἐξώσειαν τῆς πρὸς αὐτὸν ἰσότητος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον; Οὗ δ' ἂν ὅλως ὁ τῆς φύσεως ἡμῖν πολυπραγμονῆται λόγος, τί τὸ χρῆμα τῆς ὑποταγῆς ἀνοητότατα παρεισκρίνεται, τοῖς τῆς οὐσίας λόγοις οὐκ ἐγγραφόμενον; Β. Ὅτι ἐκ τοῦ ὑποτετάχθαι, φησίν, ἡ τῆς οὐσίας ποιότης εὖ μάλα διαγινώσκεται. Α. Καὶ μήν, ὦ φιλότης, ἀναμάθοις ἂν καὶ λίαν ἀκονιτὶ τὸν ἐπὶ τῷδε λόγον ὡς σαθρός τέ ἐστι καὶ ἀμαθίας ἔμπλεως. «Πνεύματα μὲν γὰρ προφητῶν προφήταις ὑποτάττεται,» κατὰ τὸ γεγραμμένον, καὶ οἱ τοῦ δεῖνος, φέρε εἰπεῖν, υἱοὶ τῷ ἰδίῳ γεννήτορι, καθάπερ ἀμέλει φαίην ἂν ὅτι τῷ μὲν Ἀβραὰμ ὁ Ἰσαὰκ ὑπετάττετο, τῷδε δὲ αὖ πάλιν ὁ ἐξ αὐτοῦ. Ἀλλ' οὔτε τὰ τῶν προφητῶν πνεύματα διὰ τὴν εἰς ἄλληλα γενομένην ὑποταγὴν ἀνομοίαν αὐτοῖς τὴν φύσιν ἐτίθει, οὔτε μὴν ἑτεροφυᾶ τε καὶ ἔκφυλον τὸν μακάριον Ἰσαάκ, ἐπείπερ αἰδοῖ τῇ πρὸς πατέρα νικώμενος, ὑπετάττετο καὶ καλὸν υἱότητος ξένιον ἐδίδου τῷ φύσαντι τὴν ὑπακοήν. Εἰ μὲν οὖν οἷς ἂν ἐγγένοιτο τῆς ὑποταγῆς τὸ χρῆμα πάντη τε καὶ πάντως ἑτερουσίους ὁρᾶσθαι ποιεῖ καὶ θεσμῶν ἐξίστησι φυσικῶν, διαπεπήχθω καλῶς, ἑστάτω τοῦτο καὶ ἐφ' Υἱοῦ, καὶ ἀληθὴς ἔστω ὁ λόγος. Εἰ δὲ τοῖς τῆς οὐσίας λόγοις παρενοχλεῖ μὲν οὐδέν, τρόπος δέ, οἶμαι, τὶς οὑτοσὶ τιμῆς καὶ ὑπακοῆς, ὡς ἐξ υἱοῦ πρὸς πατέρα, καὶ θελημάτων ἀστεία ῥοπὴ τὸ εἰκὸς καὶ πρέπον ἐκτετιμηκότων, ὃ μηδὲ ἐφ' ἡμῶν αὐτῶν κατὰ τῶν τῆς φύσεως ἰσχύει λόγων· τί προσνέμουσιν ἀμαθῶς καὶ ὡς δυσανάτρεπτον κομιδῇ κατεξανιστᾶσιν οἱ δείλαιοι τῷ ἐκ Θεοῦ κατὰ φύσιν Θεῷ; Ἦ γὰρ οὐχὶ γέγραφεν ὁ Λουκᾶς περί τε αὐτοῦ τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Παρθένου καὶ τοῦ νομισθέντος κατὰ σάρκα πατρὸς ὅτι «Ἦν ὑποταττόμενος αὐτοῖς;» Β. Ναὶ γέγραφεν ὁμολογουμένως. Α. Ἆρ' οὖν, ὦ 'γαθέ, καὶ ἀνθρώπου φύσεως ἐρρίφθαι κατόπιν ὑποτοπητέον αὐτόν, καίτοι Θεὸν ἐκ Θεοῦ πεφηνότα, καὶ ἀπορρήτως γεγεννημένον, ἐπεὶ καὶ αὐτοῖς ὑπετίθει τὰ καθ' ἑαυτόν, καὶ ὑπετάττετο μὲν τῇ κατὰ σάρκα μητρί,