Ancient Greek
Page 583
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 583
Not analysed yet
αἰδοῖ δὲ ἡττώμενος τῇ πρὸς Ἰωσὴφ τὸ ὡς πατρὶ πρέπον ἐχαρίζετο γέρας; Β. Οὐδαμῶς, θορυβεῖ δὲ λίαν ἡ ὑποταγὴ καὶ τοῦ τὸ μεῖον ἔχειν αὐτὸν ὑποψίας ἐμποιεῖν οὐκ ἀνικάνως ἔχει. Α. Ἀλλ' οὐχὶ τοῖς ἐν πίστει βεβαίως ἐρηρεισμένοις ἐνεργάσαιτ' ἂν τὸ κατά τι γοῦν ἐνδοιάσαι δεῖν, οἳ τὸν ἀσινῆ τε καὶ ἀκαπήλευτον ἐν ἰδίαις ψυχαῖς εἰσοικισάμενοι λόγον, τὴν ἀπατεῶνα καὶ βωμολόχον τῶν διεστραμμένων οὐ προσίενται δόξαν, διαμέμνηνται δὲ μᾶλλον τοῦ μακαρίου γράφοντος Παύλου· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.» Ἀναπνεῖ μὲν γὰρ ἔσθ' ὅτε καὶ ἀναφυσᾶται πολὺ κατά γε τῆς δόξης τοῦ Μονογενοῦς τῶν δι' ἐναντίας ὁ λόγος, καὶ ἐξ αὐτῶν ἡμῖν τῶν ἱερῶν Γραμμάτων ἀρτύει τὸ κατηγόρημα, ὁποῖον δὴ τοῦτό ἐστι τὸ δεινόν, ὡς οἴονται, καὶ ἀειθρύλλητον πρόβλημα· «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.» Ἀλλ' οἱ νήψει τῇ κατὰ Θεὸν διεγηγερμένοι πρὸς σύνεσιν τὴν εὐμαθῆ τε καὶ ἀπαράφθορον κατατυραννοῦν τῆς ἀληθείας εἰ θεάσαιντο τὸ ῥητόν, καὶ οὔτι που δι' ἑαυτό (γέγραπται γὰρ ὀρθῶς), ταῖς δὲ τῶν δι' ἐναντίας παρατροπαῖς εἴς γε τὸ δοκεῖν οὐκ ὀρθῶς εἰρῆσθαι παρωθούμενον, τότε δὴ τότε τοῖς τῆς ἀληθείας ὅπλοις ἐρηρεισμένοι, πᾶν ὕψωμα καταστρέφουσι λογισμῶν ἀσυνέτων, καὶ χωροῦν ἤδη πως εἰς ἀπόστασιν ἕλκουσι τὸ ῥητὸν ἀντιπαρατρέποντες εὐσθενῶς εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τουτέστιν εἰς οἰκονομίαν τὴν μετὰ σαρκός. Τὸ γάρ τοι τῆς ὑπακοῆς ὄνομά τε καὶ χρῆμα τὸν τῆς δουλείας ἡμῖν κατασημαίνει καιρόν, ὅτε Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ τὸ κατὰ πάντων κράτος οὐκ εἰσποίητον ἔχων, ἀλλ' ὡς ἐκ Θεοῦ Θεός, κεχρημάτικε δοῦλος, ἐν μορφῇ τε ὢν καὶ ἰσότητι τοῦ Πατρός, τεταπείνωκεν ἑαυτόν, καθεὶς ἀβιάστως εἰς ἑκούσιον κένωσιν. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ἐν τοῖς καθ' ἡμᾶς γενέσθαι πεπιστευμένος, τὴν κοινὴν δὴ ταύτην ἁπάντων φύσιν μετὰ τῶν αὐτῆς μειονεκτημάτων ἐδέχετο· μειονέκτημα δὲ φύσεως γενητῆς ὡς πρὸς Θεὸν τὸ ὑποτετάχθαι δεῖν. Πλὴν οὐκ ἔν γε τῷ ὑποτετάχθαι τοῖς οὖσι τὸ εἶναί ἐστι, κατά γε τὸ ἐκείνοις ἀδιορίστως δοκοῦν καὶ ἀτημελῶς εἰρημένον, ἀλλ' ὄντα τε καὶ ὑφεστηκότα κατ' ἴδιον λόγον, καὶ ὡς ἂν ἑκάστῳ βραβεύοι τυχὸν ἡ αὐτοῦ φύσις, ἐθελούσιον