Ancient Greek
Page 591
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 591
Not analysed yet
θείου Πνεύματος μεταλαχεῖν καὶ τὸν δι' ἁγιασμοῦ πρὸς Θεὸν ἐξεικονισμόν· πεποίηται γὰρ καὶ κατὰ τοῦτο κατ' εἰκόνα τοῦ κτίσαντος· ἐπειδὴ δὲ τὴν θείαν λελύπηκεν ἐντολήν, ἀπεμπολήσας τὸ δῶρον, θανάτῳ κατεδικάζετο καὶ τὸν τῆς ἁμαρτίας ὑπέδυ ζυγόν; Β. Συνίημι. Α. Ἔδει τοίνυν, ἐπείπερ ἐξ ἡμερότητος τῆς ἐνούσης αὐτῷ τὸ διολισθῆσαν γένος ἀναστοιχειοῦν εἰς τὸ ἐν ἀρχαῖς ἐβουλεύετο Θεός, δευτέραν ὥσπερ τοῦ γένους ἀρχὴν ἀναφῦναι Χριστόν, καὶ ἀπότεξιν μὲν ἀνατλῆναι τὴν διὰ τῆς ἁγίας Παρθένου, μὴ μὴν ἔτι καὶ πατέρα σαρκικὸν ἀνασχέσθαι λαβεῖν, ἵνα καὶ σὺν αὐτῷ Θεὸν ἔχωμεν οἱ πάντες Πατέρα, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τῆς τοιαύτης δόξης εἰς ἀρχὰς ἀναβαίνοντες. Ἔδει γενόμενον ἄνθρωπον τὸ Πνεῦμα λαβεῖν, ἵν' ἐπείπερ ἦν τε καὶ ἔστιν οὐκ εἰδὼς ἁμαρτίαν, ἐμφιλοχωροίη λοιπὸν ἐν αὐτῷ τὸ Πνεῦμα καὶ ἀναπαύηται καθάπερ ἐν ἀπαρχῇ τοῦ γένους καὶ ῥίζῃ δευτέρᾳ. Τουτὶ γὰρ οἶμαί που κατασημαίνειν εὖ μάλα τὸν θεσπέσιον Βαπτιστήν, βοῶντα περὶ τοῦ Πνεύματος ὡς θεάσοιτο μὲν αὐτὸ καθιγμένον ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς· φάναι δὲ ὅτι καὶ ἔμεινεν ἐπ' αὐτόν, οὐ γὰρ μεμένηκεν ἐν ἡμῖν διὰ τὴν παράβασιν, μεμένηκε δὲ ἐν Χριστῷ. Φύσεως γὰρ ἦν οὐκ ἀνεχομένης παθεῖν τὴν ἐξ ἁμαρτίας κηλῖδα. Ὥσπερ δὲ ὑπάρχων ἀεὶ βασιλεὺς καὶ ὁμόθρονος τῷ Θεῷ καὶ Πατρί, κεχειροτονῆσθαι λέγεται βασιλεύς, ὅτε καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ᾧ καὶ δοτὸν ἄνωθεν τὸ βασιλεύειν ἐστί· καὶ ὥσπερ ἀεὶ συνυπάρχων τῷ Πατρί, εἰς Υἱὸν ὁρίζεται διὰ Πνεύματος, διὰ τὸ τοῖς κατὰ θέσιν υἱοῖς ἐξωμοιῶσθαι κατὰ τὴν σάρκα, καὶ ὥσπερ ἡμῖν τοῖς ὑπὸ Θεὸν συμμορφούμενος Θεὸν ἑαυτοῦ τὸν Πατέρα ἐκάλει, καίτοι Θεὸς ὑπάρχων αὐτός, οὕτω καὶ ἡγιάσθαι λέγεται, χωροῦντος εἰς τὸ ἀνθρώπινον ἤτοι περὶ τήνδε τὴν σάρκα τοῦ ἁγιασμοῦ, διὰ τὸ μὴ οἴκοθεν ἔχειν δύνασθαι τὴν ἀνθρώπου φύσιν τὸν ἁγιασμόν. Ἔνεστι γὰρ τοῦτο μόνῃ τῇ γε ἀληθῶς θείᾳ τε καὶ ὑπὲρ πάντα φύσει ἧς ἐπείπερ ἐστὶ καρπὸς ὁ Λόγος, ἕξει δὴ πάντως ὡς ἴδιον ἐν ἑαυτῷ τῆς τεκούσης αὐτὸν φύσεως τὸν ἁγιασμόν. Β. Τί γάρ, φασί, τὸ ἄτοπον ἐν τῷ ἡγιάσθαι λέγειν παρὰ τοῦ Πατρὸς τὸν Υἱόν; Α. Ἀνακυκλήσας δὴ οὖν ὅπερ ἔφην ἀρτίως, καὶ ἐσαῦθις ἐρῶ. Εἰ μὲν γὰρ καθὸ ἄνθρωπος, ὡς ἄνθρωπον ἡγιάσθαι φασίν, ἀδιαφορήσειεν ἂν ὁ λόγος, ὡς ἔν γε δὴ τούτῳ τὸ βλάβος οὐδέν. Εἰ δὲ δὴ παρέντες τὸ ἀληθὲς καὶ παρωθούμενοι τὸ εἰκός,