Ancient Greek
Page 592
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 592
Not analysed yet
εἰς ἀκαλλεστάτην τινὰ καὶ πέρα παντὸς ἰοῦσαν θράσους ἀπολισθαίνουσι γνώμην, αὐτὸν ἡγιάσθαι λέγοντες τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, ἁπάσης ἡμῖν ἀτοπίας ἐπέκεινα διεκπίπτοι ἂν ὁ λόγος. Β. Οὐκοῦν ἐκδείξειας ἂν τῆς ἔν γε τούτοις ἡμῖν ἀτοπίας τοὺς τρόπους. Α. Καὶ μάλα. Κατοκνήσαιμι γὰρ ἂν ἥκιστά γε, συλλήπτορά τε καὶ ἀρωγὸν τὸν τῆς ἀληθείας προεστηκότα Χριστὸν ἔσεσθαί μοι προσδοκῶν. Μεθέντες δὴ οὖν τὸ διαμέλλειν ἔτι, τὴν τῶν προκειμένων βάσανον εἰς μέσον ἤδη παράγωμεν, καὶ μοὶ φράσον ἐκεῖνο δὴ πάλιν. Β. Τὸ τί; Α. Τίνος ἴδιον φῶμεν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον; Πότερα δὴ μόνου τοῦ Θεοῦ καὶ Πατρός, ἤγουν καὶ τοῦ Υἱοῦ, ἢ καὶ ἀναμέρος ἑκατέρου καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι' Υἱοῦ διὰ τὴν ταὐτότητα τῆς οὐσίας; Β. Οὕτως ἔγωγέ φημι. Α. Ὀρθῶς, ὦ ἑταῖρε, καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι, καὶ ταῖς θεοπνεύστοις Γραφαῖς εὖ μάλα συμβαίνουσαν τὴν ἐπὶ τῷδε δόξαν εἰρῆσθαί φημι. Νοεῖται μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, ὑφέστηκε δὲ αὖ καὶ ὁ Υἱὸς ἰδικῶς· ἀλλ' εἰ καὶ ἰδίαν ὑπόστασιν ἑκάτερος ἀπετέμετο, τὸν γοῦν εἰσάπαν διορισμὸν οὐ προσίεται. Οὐδὲ γὰρ ἂν διορίζοιτο τοῦ Πατρὸς ὁ Υἱὸς ὥσπερ ἄγγελος ἀγγέλου καὶ μὴν καὶ ἐν τοῖς καθ' ἡμᾶς ὁ δεῖνα τοῦ δεῖνος ὅλος ὅλου διεστήξει τυχόν, οὔτε μὴν καὶ διάμπαξ ἐλάσει τῆς διαφορᾶς ὁ λόγος, ἀναμέρος ὁλοτρόπως ἑκάτερον ἱστάς· ἢ γὰρ ἂν εἶεν καὶ δύο θεοί· μιᾶς δὲ καὶ μόνης οὔσης τε καὶ νοουμένης θεότητος, ζῶντα καὶ ὑφεστηκότα καταθρήσαιμεν ἂν ἐν Πατρὶ τὸν Υἱόν, καὶ μὴν καὶ τὸ ἔμπαλιν, τουτέστιν ἐν Υἱῷ τὸν Πατέρα· χαρακτὴρ γάρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ. Β. Σύμφημι. Α. Μιᾶς οὖν φύσεως ἓν καὶ τὸ Πνεῦμα, καὶ προχεῖται μὲν οἱάπερ ἀπὸ πηγῆς τοῦ Πατρός· ἔστι γε μὴν οὐκ ἀλλότριον τοῦ Υἱοῦ· γεγέννηται γὰρ οὗτος τὴν τοῦ Πατρὸς ἰδιότητα πᾶσαν ἔχων ἐν ἑαυτῷ, καὶ ἐπείπερ ἐστὶ τῆς ἀνωτάτω θεότητος ὁ καρπός, πῶς ἂν νοοῖτο γυμνὸς τῶν τῆς θεότητος ἀγαθῶν; Ἴδιον δὲ θεότητος ὁ ἁγιασμός, οὗ τὸ Πνεῦμα δεικτικόν. Ἅγιον γὰρ κατὰ φύσιν καὶ τῆς ὅλης κτίσεως ἁγιαστικόν. Β. Καὶ τίς ἂν γένοιτο τούτων ἡ πίστις, πῶς δ' ἂν μάθοιμι σαφῶς ὡς ἔστιν ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καθάπερ ἀμέλει τοῦ Πατρός; Α. Οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, αὐτὸν δὲ εἰσκομίσω βοῶντα Χριστόν· «Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν.