Ancient Greek
Page 594
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 594
Not analysed yet
μεμαρτύρηκεν ἐναργῶς ὅτι Θεός ἐστιν ὁ Υἱός, οὗ καὶ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει τοῦ Πατρός. Β. Ἅλις μὲν ἡμῖν τῶν τοιούτων, ὦ τᾶν. Τὸ γάρ τοι σαφὲς καὶ ἀναμφιλόγως ἔχον δέοιτ' ἂν οὐχὶ τοῦ συνειπεῖν ᾑρημένου. Πνεῦμα γάρ ἐστι καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀντερεῖν οἶμαι παντελῶς οὐδένα. Τριβὴν οὖν καὶ πόνον τὸν ἐπὶ τῷδε μεθείς, ἴοις ἂν μᾶλλον ἐπ' ἐκεῖνα νυνί, τὰ δι' ὧν ἔνεστιν ἀναμαθεῖν ὅτι κατὰ φύσιν ἅγιος ὁ Υἱὸς καὶ οὐ κατὰ μέθεξιν ἐκ Πατρός. Α. Καὶ μήν, ὡς ἐγᾦμαι, πᾶς τις οὖν εἴ γε νοῦν ἔχοι, κατατεθήποι ἄν, εἴπερ ἴδιον εἶναι διοριζόμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καταψηφιοῦνται πάλιν αὐτοῦ τὴν μέθεξιν καὶ τὸν ἐκ Θεοῦ Πατρὸς διὰ Πνεύματος ἁγιασμὸν εἰσκεκρίσθαι τέ φασι καὶ δοτὸν ὡς οὐκ ἔχοντι γενέσθαι ποτέ. Καίτοι τί δήποτε τῆς ἐντεῦθεν ἀτοπίας τὰ βλάβη βασανίζειν οὐκ ἀνεχόμενοι, ἐπὶ μόνον ἴενται, καὶ τοῦτο ἀκατασκέπτως, τὸ σφίσιν αὐτοῖς ἡδύ; Μετάσχοι γὰρ ἂν ὁ Υἱὸς τοῦ ἰδίου Πνεύματος κατὰ τίνα δὴ τρόπον ὡς θύραθεν ἐπεισθέοντος; Μέτοχον γὰρ ἑαυτοῦ παντελῶς οὐδέν. Ἀλλ' οὐκ ἔν γε τῷ σοφῷ τε καὶ ἀκριβεῖ λογισμῷ τὰ φύσει προσόντα τισὶ τὴν τῶν εἰσποιήτων ὑποκρίναιτο δόξαν, ἤγουν ἐν τοῖς τῶν ὀθνείων τετάξεται λόγοις. Πῶς οὖν διὰ Πνεύματος ἡγιάσθαι φασί, καίτοι λέγοντα σαφῶς περὶ τοῦ Πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν;» Καὶ τοῦτό φαμεν οὐ μεθεκτῶς εἶναί τι πιστεύοντες τῶν ἐν τῷ ἁγίῳ Πνεύματι—παντέλειον γὰρ καὶ ἀνενδεὲς κατ' ἰδίαν ἐστὶ φύσιν τε καὶ ὕπαρξιν—ἐκεῖνο δὲ μᾶλλον κατασημαίνοντες ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας καὶ τοῦ κατὰ φύσιν ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος Λόγου Πνεῦμα ὑπάρχον, πᾶν ὅπερ ἐστὶ τῆς θεότητος ἴδιον κατὰ φύσιν ἐπάγεται, πηγὴν μὲν ὥσπερ ἔχον αὐτήν, προχεόμενον δὲ ὥσπερ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ ἁγιάζον τὴν κτίσιν. Εἰ δὲ δὴ καὶ αὐτὸν οἴοντο μεθ' ἡμῶν ἡγιάσθαι τὸν Λόγον, τὰ ἐκ φληνάφων εἰς τοῦτο συλλέγοντες λογισμῶν, φραζόντων ἐκεῖνο. Β. Τὸ τί δή; Α. Τῇ τῶν γενητῶν φύσει τὸ Πνεῦμα προσομιλοῦν, ὀνίνησι μὲν αὐτὴν ὁμολογουμένως· γένοιτο δ' ἄν, ὦ 'γαθέ, τίς ὁ τοῦδε τρόπος; Β. Ἁγίαν αὐτὴν ἀποτελεῖ. Α. Οὐκοῦν ἐκδείξειας ἂν ἀσαφείας δίχα. Συνίημι γὰρ οὔτι που. Τί δὲ δὴ τοῦτό ἐστι τὸ ἁγίαν ἀποτελεῖν; Φράσαις ἂν ἐθέλοντί μοι. Β. Καὶ μάλα. Τὴν γάρ τοι κτίσιν τὴν λογικὴν ἁμαρτίας ἀμείνω καὶ τῆς εἰς φαυλότητα παρατροπῆς ἀποφαῖνον