Ancient Greek
Page 595
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 595
Not analysed yet
μεταμορφοῖ πρὸς εἰκόνα τοῦ κτίσαντος δι' ἁγιασμοῦ. Ἅγιος γὰρ ὁ πάντων Δημιουργός, διὸ καί φησιν· «Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιος.» Α. Ὀρθότατα ἔφης. Ἐκτίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Τὸ δὲ δὴ τὸν θεῖον ἡμῖν ἐμποιοῦν ἐξεικονισμὸν εἴη δή που πάντως ἂν ὁ ἁγιασμός, τουτέστιν ἡ ἐν Πνεύματι μέθεξις τοῦ Υἱοῦ. Καὶ γοῦν ὅτε πρὸς παρατροπὴν ἡ ἀνθρώπου φύσις διώλισθε καὶ τὸ τῆς εἰκόνος κάλλος παρεσημαίνετο, κεκαινουργήμεθα πρὸς τὸ ἀπ' ἀρχῆς, ἀναστοιχειούμενοι διὰ Πνεύματος εἰκόνα τοῦ κτίσαντος, δῆλον δὲ ὅτι τοῦ Υἱοῦ, δι' οὗ τὰ πάντα παρὰ τοῦ Πατρός. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, «Τεκνία, φησίν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Καὶ μὴν ὅτι τὸ τῆς ἐνθάδε λεγομένης μορφώσεως εἶδος διὰ τοῦ ἁγίου Πνεύματος ἐνσημαίνεται ταῖς ἡμετέραις ψυχαῖς, αὐτὸς ἐκδείξει βοῶν, «Ἡμεῖς δὲ πάντες, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, κτίσει μὲν καὶ ποιήμασι δοτὸς ὁ ἁγιασμός· οἴκοθεν γὰρ οὐκ ἔχει, καὶ γοῦν ἐστι καὶ ἀπόπεμπτος καὶ αὐτόκλητον ἂν ἕλοι τὴν παρατροπὴν τὰ πεπλουτηκότα. Διώλισθε γὰρ καὶ ἀγγέλων φύσις, καὶ οὐ τετηρήκασί τινες τὴν ἑαυτῶν ἀρχήν, κατὰ τὸ γεγραμμένον. Ἐνεχόμεθα δὲ καὶ αὐτοὶ ταῖς τῆς παραβάσεως αἰτίαις. Ἆρ' οὖν, εἴπερ τις οἴοιτο καὶ αὐτῷ τῷ Υἱῷ δοτὸν εἶναι τὸν ἁγιασμόν, οὐχὶ δὴ πάντη τε καὶ πάντως ἐρεῖ τὸ καὶ παθεῖν δύνασθαι τὴν παρατροπήν; Πάθοι γὰρ ἂν τὸ παθεῖν δυνάμενον, καὶ εἰ μήπω λέγοιτο παθεῖν. Β. Ἀληθές. Α. Τί δέ, ὦ φιλότης; Τὸ ἡγιάσθαι λεγόμενον οὐχ ἅπας ἡμᾶς ἀναπείσει λόγος ἅγιον οὐκ εἶναι φάναι ποτέ; Κεκλῆσθαι γὰρ οἶμαι πρὸς ἁγιασμὸν ἔκ γε τοῦ μὴ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὅτε καὶ ἁγιάζεται. Β. Ἀνάγκη. Α. Τὸ δὲ οὔπω σεπτόν τε καὶ ἅγιον, οὐκ ἀνάλωτον ἁμαρτίαις, μᾶλλον δὲ ἤδη νοσοῦν τὴν εἰς τὸ φαῦλον διαβολήν, εἴπερ ἐστὶν ὁ ἁγιασμὸς φαυλότητός τε καὶ ἁμαρτίας ἀποτριβὴ καὶ ἀπόθεσις. Β. Σύμφημι. Α. Οὐκοῦν εἴπερ ἕλοιντο νοεῖν τε καὶ λέγειν συνηγιάσθαι τοῖς κτίσμασι τὸν Υἱόν, οὐ δυσεύρετος ὁ καιρὸς καθ' ὃν ἦν ἔτι τὴν φύσιν ἀσθενὴς καὶ ἀμείνων οὔπω τοῦ πεφυκέναι πλημμελεῖν· ἀλλ' ὧδέ τε ἔχων καὶ νοούμενος, πῶς ἦν ἄρα καὶ εἰκὼν τοῦ Θεοῦ καὶ Πατρός;