Ancient Greek
Page 597
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 597
Not analysed yet
Β. Ἀλλὰ ναί, φασίν, οὐκ ἂν διαψεύσαιτο λέγων ἡγιάσθαι παρὰ τοῦ Πατρὸς καὶ τῆς καθ' ἡμᾶς οἰκονομίας ἐξῃρημένης. Καὶ γὰρ ἐν ἐσχάτοις μὲν τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, ἀλλ' ἦν καὶ πρὸ τούτου τοῖς εἰς τὸ εἶναι κεκλημένοις ὁμογενὴς καὶ ἀδελφὸς τῶν πεποιημένων, καθὸ καὶ αὐτὸς οὐκ ἀγένητός ἐστι τὴν φύσιν, πεποίηται δὲ παρὰ τοῦ Πατρός. Ἀληθεύει δὴ οὖν, καὶ ἀδελφοὺς ἡμᾶς ἀποκαλῶν καὶ συνηγιάσθαι λέγων. Α. Ἀλλ' ὦ πρὸς πάντα ἰόντες ἑτοίμως καὶ τὰ πέρα λόγου καὶ τοῦ καθήκοντος λογισμοῦ, ποῖ ποτε ἄρα καὶ νῦν ὁ θρασὺς ἡμῖν οὑτοσὶ καὶ ἀπόπληκτος ἐκτελευτήσει λόγος ἐννοεῖν οὐκ ἔχω. Ὅτι μὲν γὰρ οὐ γενητὸς ὁ Υἱός, οὐ τοῖς παρ' ὑμῶν μαντεύμασι, προσεκτέον δὲ μᾶλλον τοῖς ἱεροῖς τε καὶ θείοις μυσταγωγοῖς, οἷς καὶ αὐτὸς ὁ Χριστὸς ἐντέταλται λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἔφη τοίνυν Ἰωάννης ἡμῖν ἐναργῶς περὶ τοῦ Υἱοῦ· «Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Θεὸς δὲ ἀληθινὸς τοῖς κτίσμασιν οὐχ ὁμογενής. Ὅτε τοίνυν, κατά γε τὸ ἐκείνοις ἀβουλότατα δοκοῦν, ἐν μεθέξει γέγονεν ἁγιασμοῦ, καίτοι Θεὸς ὢν ἀληθινὸς ὁ Λόγος, καὶ εἰ νοοῖτο καθ' ἑαυτὸν καὶ δίχα σαρκός, ἡκόντων εἰς μέσον καὶ Θεὸν ἡμῖν τὸν ἀληθινὸν ἐπακτὸν ἔχοντα τὸν ἁγιασμὸν οἷσπερ ἂν βούλοιντο καταδεικνύντων λόγοις· ἢ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἐν Υἱῷ τὸ ἡγιάσθαι δοτόν, Θεῷ κατὰ φύσιν ὄντι καὶ ἀληθινῷ, οὐδέν, οἶμαι, τὸ ἀπεῖργον ἔτι καὶ αὐτὸν ἡγιάσθαι φληνάφως ὑπονοεῖν τὸν ἐξ οὗπέρ ἐστι Πατέρα, καὶ εἰ Θεὸς ἀληθινὸς εἶναι πεπίστευται; Β. Κινδυνεύομεν. Α. Ἵνα δὲ πανταχόθεν αὐτῶν τὸ ἀνόσιον ἐκπολιορκῆται θράσος κατοκνήσαιμ' ἂν οὐδαμῶς καί τι τῶν εἰς ἀτοπίαν ἡκόντων εἰπεῖν· ἢ γὰρ οὐχὶ πρέποι ἂν μόνῳ τε καὶ ἐξαιρέτως ἀνακείσεται τὸ ἁγιάζειν δύνασθαι τῷ γε ὄντι κατὰ φύσιν Θεῷ, καθάπερ ἀμέλει καὶ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα καλεῖν; Β. Ἀνακείσεται. Α. Οὐκοῦν εἰ τοῖς κτίσμασιν ἐναρίθμιος ὑπάρχων ὁ Υἱός, κατά γε τὸν παρ' ἐκείνοις λόγον τὸν ἀκαλλῆ τε καὶ βδελυρώτατον, τὰ τῆς κατὰ φύσιν θεότητος ἴδια καὶ ἐξαίρετα διαπεραίνεται καὶ φύσεως τῆς ἰδίας ποιεῖται δόξαν· ἑαυτὸν γὰρ ἁγιάσαι φησί· κατεκομίσθη μέν, ὡς ἔοικε, τὰ τῆς