Ancient Greek
Page 596
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 596
Not analysed yet
Πῶς δὲ καὶ ἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ; Οὐ γὰρ ἐν χρόνῳ γέγονε χαρακτήρ, ἀλλ' ἦν τοῦτο κατὰ φύσιν καὶ ἐν ἀρχῇ. Εἶτα πῶς οὐχ ἅγιον ἦν τὸ ἀκραιφνὲς τοῦ Πατρὸς καὶ εἰλικρινέστατον κάλλος καὶ αὐτὸς τῆς οὐσίας ὁ χαρακτήρ; Ἢ οὐκ ἐξ ἀνάγκης ἀφύκτου λοιπὸν συνωθήσειεν ἂν καὶ οὐχ ἑκόντας ἡμᾶς ὁ λόγος εἴς γε τὸ χρῆναι λέγειν μηδὲ αὐτὸν ἅγιον εἶναι τὸν Πατέρα ποτέ; Β. Πάνυ μὲν οὖν. Ἕψεται γὰρ πάντως τὸ δεῖν ταῖς εἰκόσιν ὁρᾶσθαι ταὐτοειδῆ τὰ ὧνπερ ἂν εἶεν εἰκόνες. Α. Τί δέ, ὦ φιλότης; Οὐ γὰρ ἑαυτὸν εἶναί φησιν ἀλήθειαν ὁ Υἱός, καὶ φῶς τὸ ἀληθινὸν παρά γε ταῖς θείαις κατωνόμασται Γραφαῖς; Β. Καὶ μάλα. Α. Εἶτα οὐ μάτην ἐρραψῳδηκότες ἡμῖν τὰ ἐξ ἀμαθίας ἁλοῖεν ἄν, εἰ τοῦ κατὰ φύσιν ἁγιασμοῦ τὸ φῶς τὸ ἀληθινὸν δεδεῆσθαί φασι; Διισχυριοῦνται γὰρ ἕτερον οὐδὲν ἢ τοῦτο σαφῶς, ἡγιάσθαι λέγοντες τὸ φῶς τὸ ἀληθινόν. Πῶς γὰρ ἔτι φῶς ἀληθινὸν τὸ ἥκιστα μὲν ἅγιον ἐν ἰδίᾳ φύσει, γεγονὸς δὲ τοῦτό ποτε; Β. Οὐ γὰρ οὖν. Α. Ὁ δὲ καὶ ἐν τάξει τοῦ δύνασθαι πλημμελεῖν τὸ κατά τι γοῦν ὅλως ψευδομυθεῖν παρωθούμενος· «Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» καθὰ γέγραπται· τί μὴ μᾶλλον ἐφ' ἑαυτῷ κατερυθριάσας οὐδέν, ἡγιάσθαι μὲν ἔφασκε παρὰ τοῦ Πατρός, προσετίθει δὲ τούτοις οὐδέν, ἀπαυθαδίζεται δὲ καὶ εἰς τοῦτο προήκει λόγων μεγαλοπρεπείας καὶ ὑπερβολῆς ὡς ἀνυποστόλως εἰπεῖν· «Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν;» Β. Πῶς οὖν ἄν τις ἴδοι τὸ ἀληθές; Α. Εἰ διαλογίζοιτο σοφῶς ὅτι κατὰ φύσιν ἅγιος ὢν ὡς Θεός, ἡγιάζετο μεθ' ἡμῶν καθὸ ἄνθρωπος, τῷ ἰδίῳ Πνεύματι τὸν οἰκεῖον αὐτὸς καταχρίων ναόν. Β. Πῶς οὖν ὁ Πατὴρ αὐτὸν ἁγιάσαι λέγεται; Α. Ὅτι πάντα παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. Ἁγιάζοντα δὲ καὶ ἁγιαζόμενον τὸν φύσει τε καὶ ἀληθῶς Υἱόν, ὅτε γέγονεν ἄνθρωπος, εἰσκεκόμικεν ἡμῖν ὁ τοῦ Παύλου λόγος· «Ὅ τε γὰρ ἁγιάζων, φησί, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ἀδελφοὺς καλεῖν λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» Ἁγιάζει μὲν γὰρ αὐτός, ἅγιος ὢν κατὰ φύσιν ὡς Θεός· ἁγιάζεται δὲ μεθ' ἡμῶν, κατὰ τὸ ἀνθρώπινον, ὅτε τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθών, καὶ κατ' αὐτὸ δὴ τοῦτο τὸ ἡγιάσθαι φημί, καίτοι τῶν ὅλων κατεξουσιάζων ὡς Θεός, ἀδελφοὺς ἡμᾶς οὐκ ἐπαισχύνεται καλεῖν.