Ancient Greek
Page 603
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 603
Not analysed yet
φωνάς, ἄνω τε καὶ κάτω τὰ πάντα διακυκᾶν καὶ ἀναφύρειν ἐγνώκασι. Καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν ὡς ἴδια μὲν ἦν τὰ πάντα τοῦ Λόγου, καὶ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις τῇ τοῦ κεκληκότος ὑπέζευκτο δόξῃ; Ἐπειδὴ δὲ λογισμοῦ τοῦ πρέποντος τὸ ἐπὶ γῆς παρώλισθε γένος, οὐ παρεδέχθη πρός τινων ἐν σαρκὶ δι' ἡμᾶς πεφηνὼς ὁ Λόγος, ἀναπεπεισμένους δὲ ἤδη κατὰ βραχὺ καὶ πεπιστευκότας ὑπετίθει ταῖς ζεύγλαις, καὶ ἀναμανθάνειν ἐθέλοντας τὰ ἀμείνω δέχεται. «Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Οὐκοῦν ἴδια μὲν τοῦ Λόγου τὰ πάντα, καθὸ πέφηνεν ἐκ Θεοῦ καὶ κατάρχει τῶν ὅλων μετὰ τοῦ Πατρός. Δέχεται δὲ ταῦτα κατὰ τὸ ἀνθρώπινον, ὅτε γέγονε καθ' ἡμᾶς, οἷς τὸ βασιλεύειν καὶ τὸ κρατεῖν δύνασθαι παρὰ Θεοῦ καὶ δοτόν. Β. Δόξαν οὖν ἰδίαν ἔχειν ἐροῦμεν αὐτόν, μηδὲν εἰς τοῦτο προσειληφότα παρὰ τοῦ Θεοῦ καὶ Πατρός; Α. Ναί, καθὸ νοεῖται Θεὸς καὶ τῆς δόξης Κύριος. Κατωνόμασται γὰρ οὕτω παρά γε ταῖς θείαις Γραφαῖς. Καὶ γοῦν τοῦ Σωτῆρος ὁ μαθητής, Ἰάκωβος οὗτος ἦν· «Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.» Β. Εἶτα τίς ἡ τοῦ Υἱοῦ δόξα παρὰ τὴν τοῦ Πατρός; Α. Οὐχ ὑπέρτονος, ὦ τᾶν, οὐ μείων, ἀλλ' ἡ αὐτή· μᾶλλον δέ, ὥσπερ ἐστὶ σοφία καὶ δύναμις τοῦ Πατρός, οὕτως ἂν εἴη καὶ δόξα, τῆς τοῦ τεκόντος οὐσίας ἀφράστως ἀπηυγασμένος, καὶ τὴν ὅθεν ἐξέφυ δι' ἑαυτοῦ κατασημαίνων φύσιν, καθάπερ τις ἡλίου βολὴ καὶ φωτὸς ἀπαύγασμα τῆς τοῦ προέντος διεκκύπτον οὐσίας, καὶ ὡς ἐκεῖνο λοιπὸν τὸ ἐξ οὗπέρ ἐστι διὰ τῆς εἰς ἄκρον ἐμφερείας καὶ ταὐτοειδοῦς ποιότητος εὖ μάλα νοούμενον. Β. Ἆρα ἂν ἔχοις εἰπεῖν ἐκ τῶν ἱερῶν Γραμμάτων τίς ἂν γένοιτο τῶν τοιούτων ἡ πίστις; Α. Καίτοι βραχὺς κομιδῇ δαπανηθήσεται πόνος, συναγείροντί σοι τὰς τῶν ἁγίων φωνάς. Ἐφεσίοις μὲν γὰρ ἐπιστέλλων ὁ Παῦλος· «Διὰ τοῦτο, φησί, κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.» Συνίης οὖν ὅτι Πατέρα Χριστοῦ καὶ Πατέρα τῆς δόξης κατωνόμασεν εὐθὺς τὸν Θεόν, οὐχ ἕτερον οἶμαί τι παρά γε τὴν δόξαν τοῦ Πατρὸς τὸν Χριστὸν ἀποφαίνων.