Ancient Greek
Page 604
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 604
Not analysed yet
Ἔφη δέ που πάλιν· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» —«Ἀποβλέποντες γὰρ εἰς τὸν τῆς πίστεως ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν,» ὅς ἐστιν ἡ δόξα τοῦ κατὰ φύσιν καὶ ἀληθῶς Κυρίου, φημὶ δὴ τοῦ Πατρός, ἀναμορφούμεθα πρὸς αὐτὸν δι' ἁγιασμοῦ ἐν Πνεύματι. Πέτρος δὲ αὖ, καίτοι διαπρέπων ἐν μαθηταῖς, τοῖς ἰοῦσιν ἐκ περιτομῆς εἰς δικαίωσιν τὴν ἐν Χριστῷ διὰ πίστεως προσεφώνει λέγων, «Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ.» Εἴπερ οὖν ἐστιν ἰδία δόξα τοῦ Πατρὸς ὁ Υἱός, δι' οὗ καὶ κεκλήμεθα πρὸς ἐπίγνωσιν αὐτοῦ, τίς ὁ φάναι τολμῶν ὅτι δοτὸν καὶ εἰσποιητὸν τῇ δόξῃ τοῦ Πατρὸς τὸ εἶναι τοῦθ' ὅπερ ἐστί; Τίς γὰρ ὁ ἑτέρᾳ δόξῃ καταλαμπρύνων ἐστὶ τὴν τοῦ Πατρὸς δόξαν; Ἢ οὐκ ἐν ἴσῳ τίθης τὸ καὶ ἑτέρους χρῆναι κατατολμᾶν εἰς μέσον ἥκοντας λέγειν ὡς σεσόφωται μὲν πρός τινος ἡ σοφία τοῦ Πατρός, τὸ δὲ εἶναι δύναμις ἡ ἐνοῦσα κατὰ φύσιν ἰσχὺς αὐτῷ, τουτέστιν ὁ Υἱός, κεκέρδακε παρ' ἑτέρου, καὶ ὀθνεῖον ἔχει τὸ αὔχημα; †σοφον γε ου γαρ ει †τοῖς τοιοῖσδε κατακηλοῦντες λόγοις, ἀποφέροιεν ἡμᾶς οἱ δι' ἐναντίας πρὸς πᾶν ὁτιοῦν τῶν διεστραμμένων; Εἰ μὲν οὖν ἀπόχρη τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἐναργῆ τοῦ δόξαν εἶναι τὴν ἰδίαν τοῦ Πατρὸς τὸν Υἱόν, εὖ ἂν ἔχοι καὶ σιωπήσομαι· εἰ δὲ δή σοι προσδεῖν καὶ ἑτέρων οἴει μαρτυριῶν, παροίσω λέγοντα τὸν θεσπέσιον Μελῳδὸν πρὸς τὸν τῶν ὅλων Πατέρα καὶ Θεόν, ὡς ἐκ προσώπου τῶν ἐν πίστει δικαιουμένων· «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.» Πρόσωπον γὰρ καὶ εἰκὼν τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, δι' οὗ καὶ γνωρίζεται τοῖς ἐπὶ τῆς γῆς, ὡς ἐν ἰδίᾳ δόξῃ καταστράπτων τὰ σύμπαντα; Τοιγάρτοι καὶ προσεφώνει ποτὲ τῷ πανσόφῳ Μωσεῖ· «Ἀλλὰ ζῶ ἐγώ, καὶ Ζῶν τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γῆν.» Ἐμπέπλησται γὰρ τὰ πάντα Χριστοῦ, ὤφθη δὲ ἡμῖν ἐν αὐτῷ. Καὶ τοῦτο εἰδώς, ἔφη πάλιν ὁ θεῖος Δαβὶδ ὅτι «Οἰκοδομήσει Κύριος τὴν Σιών, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.»