Ancient Greek
Page 605
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 605
Not analysed yet
Ὤφθη γὰρ ἡμῖν ἐν Υἱῷ λέγοντι σαφῶς· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.» Β. Ἕψεται δὴ οὖν, εἴπερ ἐστὶν ἀληθῶς ἰδία δόξα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός, τὸ δεῖν εἶναι κατὰ φύσιν αὐτὸν Κύριον μὲν τῶν ὅλων, βασιλέα δὲ οὐχ ἑτέρως ἢ ὥσπερ ἂν εἴη καὶ αὐτὸς ὁ Πατήρ. Εἶτα τί δή ποτε διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ἔφη πάλιν· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ;» Κύριον δὲ καὶ Χριστὸν πεποιῆσθαι σαφῶς παρὰ τοῦ Πατρὸς αὐτὸν ὁ σοφὸς ἡμῖν προσμεμαρτύρηκε μαθητής. Α. Ἆρ' οὖν. ὦ φιλέταιρε, φράσαις ἂν ὡς ἄριστά γε μελλήσας οὐδὲν εἴ τί περ ἑλοίμην ἀναπυθέσθαι σου; Β. Πῶς γὰρ οὔ; Α. Τὸ κεκλημένον εἰς κυριότητα καὶ ἀσυνήθως εἰς τοῦτο παρενεχθέν, ἆρ' οὐκ ἂν νοεῖσθαι πρέποι Κύριον οὐκ εἶναί ποτε; Οὐδὲν γὰρ ἂν ἔκ γε τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶν ὡς ἐφ' ἕτερόν τι πάλιν ἐπ' αὐτὸ βαδιεῖταί τι. Β. Οὐ γὰρ οὖν. Α. Πηνίκα δὴ οὖν ἀνακεκομίσθαι φασὶν εἰς κυριότητα τὸν Υἱόν, πρὸ τῆς εἰς τοῦτο μεταδρομῆς, τῆς εἰς κυριότητα τιμῆς τε καὶ δόξης τητώμενον ἔτι; Τουτὶ γὰρ ἀνάγκη καὶ οὐχ ἑκόντας ἡμᾶς εἰπεῖν. Β. Τί γὰρ εἰ φαῖεν ὅτι καὶ πρὸ τῆς ἐνανθρωπήσεως; Α. Ἐροῦσι μὲν οἶδ' ὅτι καὶ πέρα τοῦ πρέποντος ἰόντες εὐκόλως· ἀλλ' ὅ γε τῆς ἀληθείας αὐτοῖς ἀντιτάξεται λόγος. Γενομένῳ γὰρ ἐν σαρκὶ καὶ ἐν ἡμῖν σκηνώσαντι συμβῆναί φαμεν τὸ εἰσποίητον κράτος, εἰληφέναι τε δοκεῖν βασιλείαν καὶ κυριότητα. Κύριον γὰρ καὶ Χριστὸν πεποιῆσθαί φησι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ θεσπέσιος μαθητὴς οὐκ ἀδιακρίτως τὸν ἐξ αὐτοῦ πεφηνότα Λόγον, ἀλλ' Ἰησοῦν τὸν ἐσταυρωμένον. Ὅτι δὲ πρὸ τῆς πρὸς σάρκα συνδρομῆς καὶ τῆς καθ' ἕνωσιν συναφείας Κύριος ἦν ὁ Υἱὸς ἀνιδρωτὶ καταθρήσομεν, ἐκεῖνο τοῖς ἄλλοις προσενθυμούμενοι. Β. Τὸ τί δὴ φής; Α. Οὐ γὰρ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγεται; Β. Οὕτω φημί. Α. Εἶναι δὴ οὖν ἀνάγκη νοεῖν πρὸ τῆς πρὸς σάρκα συνδρομῆς οὐκ ἐν τῇ τοῦ δούλου μορφῇ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ἀλλ' ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἰδίοις ὑψώμασιν, οἷς ἐπείπερ ἐμφιλοχωρεῖν διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν οὐ λίαν ἐδόκει, κεχρημάτικε δοῦλος, ἵν' ὥσπερ αὐτὸς ἐν τοῖς παρὰ φύσιν ἐθελοντὴς δι' ἡμᾶς, οὕτως καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ φύσιν πρόθυμοι δι' αὐτόν· καθίκετο γὰρ εἰς κένωσιν, οὐχὶ τῇ κενώσει διδοὺς τὸ χρῆναι νικᾶν τὴν ἔμφυτόν τε αὐτοῦ καὶ ἀπαραποίητον δόξαν, ἀλλ' ἵνα