Ancient Greek
Page 607
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 607
Not analysed yet
Πνεύματι τὴν ἐφ' ὅτῳ οὖν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. Β. Ἀστειότατα ἔφης· φρενοῖς γὰρ ἡμᾶς, ὀρθὴν καὶ ἀμώμητον διαστείχων ὁδόν· ἥσαις δ' ἂν οὐ μεῖον ἢ πάλαι, καθιστὰς εἰς τὸ ἐμφανέστερον τὴν κυριότητα τοῦ Υἱοῦ. Α. Οὐκοῦν εἴ τις ἕλοιτο φιλοπευστεῖν, προσίοι τε λέγων· Φράσον ἡμῖν, ὦ τᾶν, ὅ τι ποτὲ εἶναι φῂς τὴν κυριότητα τοῦ Πατρός· ὅ τι ἂν ἀπεφήνω; Β. Ἔφην ἂν ὅτι τὸ κατάρχειν τῶν ὅλων, τὸ δοξάζεσθαι παρὰ πάντων, τὸ εἶναι τὰ πάντα αὐτοῦ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Α. Ἐν δέ γε τοῖς οὕτω σεπτοῖς καὶ περιφανέσιν οὐκ εἶναί φασιν ἐκπρεπῆ τὸν Υἱόν; Β. Εἶναι μὲν ἐροῦσιν, οἶμαί που, πλὴν ἐφέντος ἔχειν αὐτῷ τοῦ Πατρός. Α. Εἶτα πῶς οὐ ψευδομυθία τοῦτό γε καὶ ῥαψῴδημα κενόν, τοῦ Θεοῦ καὶ Πατρὸς διαρρήδην ἀνακεκραγότος· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω;» Οὐδὲ γὰρ ἂν ἠφίει τῶν ὄντων τισὶ καὶ παρ' αὐτὸν ἑτέροις, κατά γε, φημί, τὴν οὐσιώδη διαφοράν, τοῖς τῆς ἀληθοῦς θεότητος ὑψώμασιν ἐναβρύνεσθαι. Ποῦ γὰρ ἔτι τὸ ἀνεστηκὸς αὐτῆς, εἰ φύσεως γενητῆς εἰς τοῦτο προήκοι μέτρον ὡς μηδὲν ἐπέκεινα λοιπὸν εὐκλείας ἐᾶν; Ἦ οὐκ ἀναγκαῖον παντὶ τῷ πεποιημένῳ καὶ παρηγμένῳ πρὸς γένεσιν ἀστιβῆ καὶ ἀνέμβατα νοῆσαι παντελῶς τὰ ἰδικῶς τοῦ Θεοῦ· Β. Ἀναγκαῖον. Α. Εἶτα πῶς ἐν τοῖς τοῦ Πατρὸς διαπρέποι ἂν ὁ Υἱός, καὶ οὐ καθ' ἕτερον, οἶμαι, τρόπον ἢ καθ' ὃν αὐτός; Ὁ μὲν γὰρ μακάριος Δανιήλ, θεοπτίας ἡμῖν ἀναγράφων καὶ ὁράσεις προφητικάς, καθίζει μὲν ἐπὶ θρόνου τὸν Παλαιὸν τῶν ἡμερῶν, περιίστησι δὲ χιλίας μὲν αὐτῷ χιλιάδας τῶν τεταγμένων εἰς λειτουργίαν, μυρίας δὲ μυριάδας τῶν παραστατῶν. Ἡσαΐας γε μὴν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν Υἱόν. «Εἶδον γάρ, ἔφη, τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον,» τὸν ἐν τριττῷ μὲν ἐν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἆρά σοι δοκεῖ τὸ ἰσοπαλὲς ἐν δόξῃ διακεκτῆσθαι λοιπὸν ὁ Υἱός; Ὅπου γὰρ θρόνος ὁ ἀνωτάτω καὶ ἰσόδρομος ἡ ὑπεροχὴ καὶ τῶν ἐν οὐρανῷ δυνάμεων ἡ ὡς ἐν κύκλῳ στάσις, τὸ τῆς δουλείας τῶν γενητῶν ἐμφανίζουσα