Ancient Greek
Page 608
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 608
Not analysed yet
μέτρον καὶ τὴν τῆς κυριότητος δόξαν προσμαρτυροῦσα τῷ καθημένῳ, ποῖον ἂν ἔχοι τόπον ἐνδοιασμοῦ, ἢ πῶς ἀμφίλογον ὡς εἰς αὐτόν τις τῆς ἀμαθίας πυθμένα τὸν κατωτάτω διελήλακεν ἤδη πως, εἴπερ οὖν οἴοιτο μὴ τῇ τοῦ Πατρὸς κυριότητι φυσικῇ καταγλαΐζεσθαι τὸν Υἱόν; Β. Ἄραρε, καὶ ἔστι λοιπὸν ἀληθὴς ὁ λόγος. Α. Δοίης δ' ἄν, ὦ ἑταῖρε, μὴ διεψεῦσθαι λέγοντας, ἐμέ τε καὶ σὲ καὶ μὴν εἴπερ τῳ καὶ ἑτέρῳ δοκεῖ, ὡς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ τὸ κατὰ παντὸς τοῦ γεγονότος ἀνῆπται κράτος, καὶ ἔστι πάντα Θεοῦ, συλλήβδην εἰπεῖν οὐρανός τε καὶ γῆ καὶ τὰ ἐν ἀμφοῖν. Β. Ἔγωγε. Α. Οὐκοῦν ἐν ἴσῳ μὲν τρόπῳ τοῦ Θεοῦ καὶ Πατρὸς εἶεν ἂν οἱ τὴν μακαρίαν ἄνω τρίβοντες ζωήν, ἄγγελοί τε καὶ ἀρχάγγελοι καὶ εἴ τι τούτων ἐπέκεινα· εἶεν δ' ἂν καὶ αὐτοῦ τοῦ Υἱοῦ. Τουτὶ δὲ αὐτὸ καὶ περὶ τῶν ἐπὶ γῆς ὡς εὖ ἴσθι τοι φρονοῦντά με. Β. Ἔφης μὲν ὀρθῶς. Πλὴν εἰ ἕποιτο τοῖς λόγοις ἡμῖν ἡ ἐφ' ἑκάστῳ πίστις δρῴης ἂν ὡς ἄριστά γε. Α. Οὐκοῦν ὁ μὲν θεσπέσιος Μελῳδὸς «Εὐλογεῖτε, φησί, τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ,» τῇ τοῦ Πατρὸς ἐξουσίᾳ προσνέμων τὴν ἁγίαν τῶν ἄνω πληθύν. Ὅτι δὲ ἥξει κριτὴς κατὰ καιροὺς ὁ Υἱὸς προκαταμηνύων φησὶν αὐτός· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ.» Ἥξει γάρ, ἥξει κατὰ καιρούς, ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ· πλὴν οὐκ ὀθνείοις αὐτὸν λειτουργοῖς ἐπικομπάσειν τε καὶ ἐναβρυνεῖσθαί φαμεν, ἀλλὰ ταῖς ἐξ ἀγγέλων δορυφορίαις ὡς ἰδίαις ὄντως ὑπηρετούμενον. Β. Σύμφημι. Α. Ἀναμέλποντος δὲ αὖ τοῦ θεσπεσίου Δαβίδ, λέγοντός τε περὶ τοῦ Θεοῦ καὶ Πατρός· «Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ,» τὰς ἐν τῷδε τῷ κόσμῳ λογικὰς ἀγέλας ἰδίας εἶναί φησιν ὁ Υἱός, ὁτὲ μὲν λέγων περὶ τῶν ἐξ Ἰσραὴλ πεπιστευκότων· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει,» ὁτὲ δὲ αὖ καὶ περὶ τῶν οὔπω πεπιστευκότων· «Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης.» Οὐκοῦν ἐκ μυρίων ὅσων ἡμῖν ἀποδεῖξαι ῥᾷον ὡς δεδοξάσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὸ ἀνθρώπινον ὁ Υἱός, καίτοι τῆς δόξης Κύριος ὤν, σύνεδρός τε ἀεὶ καὶ ὁμόθρονος τῷ Πατρί. Εἴη