Ancient Greek
Page 610
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 610
Not analysed yet
Ἀνδρὸς τοιγαροῦν ἁγίου τὴν εἰς ἀπεράντους αἰῶνας ἄσχετον ἐπιδρομὴν τῆς τοῦ Υἱοῦ βασιλείας κεχρησμῳδηκότος, καὶ μὴν καὶ ἀγγέλου φωνῆς συνηχούσης τὸ ἀληθές, συναινέσειν οἶμαί που τόν τε ἀγαθὸν καὶ σώφρονα καταψηφιεῖσθαι δὲ τὸ ληρεῖν καὶ ἐκκεκροῦσθαι φρενῶν εἰπεῖν τοὺς οἴεσθαι δεῖν ἑλομένους ἕτερα ἄττα φρονεῖν, καίτοι τοῦ νόμου σαφῶς ἀνακεκραγότος· «Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα.» Ἦ οὐ πλείστης ὅσης θεομισοῦς ἀσεβείας ἀνάπλεως ἡ ἀντίστασις; Β. Φαίην ἂν ἔγωγε, πλὴν ἴσθι τοι διακειμένους οὐ καθ' ἡμᾶς τοὺς δι' ἐναντίας. Α. Ἀλλὰ τό γε ὡς ἄριστα φρονεῖν ἑλέσθαι καὶ μαθεῖν κείσεταί που πάντως ἐφ' ἡμῖν αὐτοῖς, καὶ οὐ ταῖς ἐκείνων νωθείαις ἐφέντες ἁπλῶς ἐρεύγεσθαι τὸ δοκοῦν, ἡσυχῆ καθεδούμεθα· παρακρουόμενοι δὲ πανταχῇ, κατά γε τὸ ἐφικτόν, τὰ ἐξ ἀλλοκότου φρενὸς εὑρήματα καὶ νεανικῶς ὑπερθέοντες τὸ ἁλῶναι βρόχοις τῆς βωμολόχου ψευδομυθίας, ἐφ' ἑαυτοῖς ἀναμέλψομεν· «Εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.» Ἐπειδὴ δέ, ὡς γοῦν ὁ σοφὸς καὶ παροιμιώδης ἡμῖν ἐπεφώνησε λόγος, «κυβερνῶσι δὲ ἀσεβεῖς δόλους,» φέρε λέγωμεν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐντευξομένοις καὶ τὰ δι' ὧν ἂν δύναιντο παρακρούεσθαι γεννικῶς τῆς ἀπάτης τὴν ἔφοδον. Οὐκοῦν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ λαμπρὰν ἐλπίδα τὴν ἐπὶ τῷδε πεπλουτηκόσιν ὁ θεσπέσιος γράφει Παῦλος· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν δι' ἧς λατρεύωμεν εὐαρέστως τῷ Θεῷ.» Βασιλείας οὖν ἄρα τῆς τίνος αὐτὸν διαμεμνῆσθαι φήσομεν ἔν γε τουτοισί, φράσαις ἄν, ὦ ἑταῖρε; Ἄθρει δὲ ὅπως αὐτὴν ἐρηρεισμένην ἔσεσθαι λέγει καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον· δηλοῖ γάρ, οἶμαί που, τουτὶ τὸ ἀσάλευτον. Β. Οὐ σφόδρα ἂν ἔχοιμι σαφῶς εἰπεῖν, βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. Α. Ἐκβασανιστέον δὴ οὖν, ἐπεί τοι δοκεῖ, πότερα τὴν Υἱοῦ βασιλείαν ἤγουν τὴν καὶ αὐτοῖς τοῖς ἁγίοις δοθησομένην φησίν. Εἰ μὲν οὖν ἀμείνω τοῦ μεταπίπτειν δύνασθαι καὶ ἀπαρακόμιστον εἶναί φασι τήν τε βασιλείαν καὶ ὑπεροχὴν τοῦ Υἱοῦ, πεφλυαρηκότας εἰκῇ κατερυθριάσειν οἶμαί που τοὺς δι' ἐναντίας. Εἰ δὲ δὴ μεθέντες καὶ διωσάμενοι τὸν Υἱόν, ἀπαραποίητον ἔσεσθαι τοῖς ἁγίοις τὸ βασιλεύειν ἐροῦσι, πρῶτον μὲν ἀμείνους καὶ αὐτοῦ φανήσονται τοῦ Χριστοῦ καὶ μοῖραν ἤδη λαχόντες τὴν ἐπέκεινα τῶν αὐτοῦ,