Ancient Greek
Page 611
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 611
Not analysed yet
εἰ ὁ μὲν ἀπόβλητον ποιήσεται τὴν ἀρχήν, οἱ δὲ ἀμήρυτον καὶ διηνεκῆ λαχόντες τὴν εὐθυμίαν, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς δόξης διακεκτήσονται. Β. Ἄριστα ἔφης. Α. Τὸ δὲ δὴ καὶ ἀγροῖκον οὕτω ποιεῖσθαι τὴν συκοφαντίαν πῶς οὐκ ἀπόπληκτον κομιδῇ; Τὸ μὲν γὰρ χρῆναι κρατεῖν καὶ βασιλεύειν τῶν ὅλων προσήκοι ἂν οὐχ ἑτέρῳ μᾶλλον ἢ αὐτῷ τῷ Χριστῷ, οὐκ ἐπίκτητον ἢ δοτὸν πλουτοῦντι τὸ χρῆμα, καθάπερ ἡμεῖς, ἀλλὰ τοῖς τῆς φυσικῆς κυριότητος ἑπόμενον λόγοις. «Οἱ δέ γε συμπάσχοντες, καὶ συμβασιλεύσομεν αὐτῷ,» καθὰ γέγραπται. Οὐκοῦν, ὁ μὲν τοῦ κατάρχειν κύριος, εἰσποίητοι δὲ ἡμεῖς καὶ τρόπῳ τῷ κατὰ μέθεξιν ἐκτετιμημένοι. Συμβασιλεύσουσι γὰρ βασιλεύοντι τῷ Χριστῷ. Εἶτα πῶς ἀσάλευτον ἕξουσι τὴν ἐπὶ τῷδε φιλοτιμίαν καὶ διηνεκῶς βασιλεύσουσιν εἰ κατασεισθήσεται καὶ καταλήξει ποτὲ τὸ Χριστοῦ κράτος, οὗ καὶ μετόχους αὐτοὺς εἶναί φαμεν; Καὶ εἰ τῆς βασιλείας αὐτοῖς ὁ χορηγὸς καὶ πρύτανις ἀποπεπαύσεται τῆς ἀρχῆς, ποῦ τὰ αὐτῶν ἔτι κείσεται, ποῖον ἔχοντα βάθρον; Ποῦ γὰρ ἔτι συμμεθέξουσιν, εἰ τὸ κεκληκὸς εἰς δόξαν ἀσθενεῖ; Ἦ οὐκ ἀνάγκη συγκατολισθεῖν τοῖς ἀνέχουσι τὸ ἀνεχόμενον καὶ τοῖς κατωτάτω βάθροις συνιζῆσαι τὰ ἐπερηρεισμένα; Ὅτε τοίνυν ἡ τῆς εὐκλείας κρηπὶς καὶ ὁ τῆς εὐημερίας θεμέλιος κατασεισθήσεται, κατ' αὐτούς, συνοιχήσεταί που πάντως εἰς τὸ δυσκλεές τε καὶ ἐν ὑφέσει καὶ ἡ τῶν ἁγίων ἐλπίς. Β. Συνοιχήσεται γὰρ οὖν· ὡς ἔστι σαφής τε καὶ ἀληθὴς ὁ λόγος. Α. Τί δὲ δὴ καὶ μαθὼν ὁ τῶν θείων ἡμῖν μυστηρίων ἱερουργὸς Θεοῦ βασιλείαν ὠνόμαζε τὴν Χριστοῦ; Γράφει γὰρ ὧδε· «Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ.» Ἐνδοιάσαιμι γὰρ ἂν οὐδαμῶς ὡς ὅτῳπερ ἂν ἐνυπάρχοι φυσικὸν ἀξίωμα τὸ χρῆναι κρατεῖν, ἕψεταί που πάντως αὐτῷ καὶ τὸ δεῖν εἶναι Θεόν. Ἦ οὐχ ὧδε ταῦτ' ἔχειν οἰησόμεθα ἄν, ὦ Ἑρμεία; Β. Πάνυ μὲν οὖν. Εἴη γὰρ ἄν, εἴπερ ὅλως Θεός, πάντως που καὶ βασιλεύς. Α. Εἴπερ οὖν ἄρα καταλήξει ποτὲ τῆς τοῦ βασιλεύειν εὐκλείας, ἀπολισθήσειεν ἂν καὶ τοῦ εἶναι Θεός· καὶ ζωὴ μὲν ἢ φῶς οὐκ ἔτι, σιωπῶ δὲ τὸ ἄτοπον. Τίς οὖν ἂν εἴη λοιπὸν ἡ τοῦ Υἱοῦ φύσις, θεότητός τε καὶ βασιλείας καὶ τοῦ εἶναι φῶς ἀπημφιεσμένη, καὶ ζωοποιεῖν οὐκ ἔχουσα τὸ ζωῆς τητώμενον, ἔχοις ἂν ἄρα εἰπεῖν, ὦ φιλότης;