Ancient Greek
Page 612
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 612
Not analysed yet
Β. Οὐκ ἐννοῶ. Α. Τὸ δὲ δὴ μάλιστα κατορρωδεῖν ἀναπεῖθον τὴν οὕτως αἰσχρὰν καὶ ἀπόπεμπτον δόξαν τῶν δι' ἐναντίας ἐκεῖνό ἐστιν. Β. Τὸ ποῖον; Α. Τίνα δὴ ἄρα φασὶν ἀναφανεῖσθαι καιρὸν καθ' ὅν, ὡς οἴονται, παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός; Β. Φαῖεν ἂν ὅτι θεσμοθετήσομεν οὐδαμῶς μὲν ἡμεῖς τό γε ἧκον εἰς τοῦτο· αὐτὸς δὲ ὁ Παῦλος διορίζεται λέγων· «Ἀπαρχὴ γάρ, φησί, Χριστός. Ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» Α. Καταγηράσκοντος οὖν οἱονεὶ τοῦ παρόντος αἰῶνος καὶ εἰς λῆξιν ἤδη καταίροντος τοῦ καιροῦ, παραδίδωσι τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί, κατ' αὐτούς, ὁ Υἱός. Ἔχεται δὲ νυνὶ τῆς κατὰ πάντων ἀρχῆς, καὶ ἔστιν ἐν δόξῃ τῇ θεοπρεπεῖ· «Κάθου ἐκ δεξιῶν μου,» λέγοντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός, «ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Β. Ἀληθές. Α. Ἔστι τοίνυν ὁμόθρονος μὲν καὶ ἰσοκλεὴς τῷ Πατρί, καθυφέντων οὔπω τῶν ἀνθεστηκότων, καὶ τὸν τῆς ὑποταγῆς ἀποσειομένων τρόπον. Ἐξωσθήσεται δὲ τῶν τῆς θεότητος θρόνων ἡνίκα ἂν ὑποθεῖεν αὐτῷ τὸν αὐχένα καὶ ὑποστορέσειαν ἤδη πως τὸν ἀπειθῆ μὲν πάλαι καὶ ἀτεράμονα νοῦν, κατατετηγμένον δὲ ὥσπερ καὶ μετερρυηκότα πρὸς ἁπαλὴν καὶ εὐαφεστέραν ἕξιν τε καὶ θέλησιν; Εἶτα τί τὸ χρῆμα τὸν Υἱὸν ὀνήσειεν ἄν; Τίνι γὰρ ὑποτετάχθαι φαμὲν τοὺς ἐν χρόνῳ μακρῷ πρὸς τοῦτο ὑπενεχθέντας μόλις; Εἰ γὰρ οἱ μὲν εἰσκομίζονται δι' ὑποταγῆς, ὁ δὲ τῶν θώκων ἀποφοιτᾷ, τί τὸ τῆς οἰκονομίας ἔσται τέλος, ἐννοεῖν οὐχ οἷός τε μὲν ἐγώ· σὺ δὲ δὴ τί φῄς, ὦ ἑταῖρε; Β. Οὐδ' ἂν αὐτὸς ἔχοιμι κατιδεῖν. Α. Ἀλλὰ φέρε δὴ κἀκεῖνο κατασκεπτώμεθα. Β. Τὸ τί δή; Α. Ἦ οὐκ ἀμείνων ὁ χρόνος τῷ Μονογενεῖ καθ' ὃν ἀντεφέροντό τινες τὸ δεῖν ὑποτάττεσθαι παρωθούμενοι, ἢ καθ' ὃν ἀνάγκη τῆς βασιλείας ἀπολισθεῖν, ὑποπεπτωκότων αὐτῷ τῶν ἐχθρῶν καὶ ὑπεζευγμένων ἤδη τῶν πολεμεῖν ἐγνωκότων; Β. Ἔοικεν. Α. Προσθείην δ' ἂν ἔγωγε, καταδείσας οὐδέν, τοῖς εἰρημένοις καὶ τόδε· Ἀνατροπήν, ὡς ἔοικε, τῆς τοῦ Υἱοῦ βασιλείας ὁ Πατὴρ εἰργάζετο, τοὺς ἐχθροὺς ὑποτιθεὶς αὐτῷ καὶ τοὺς μισοῦντας αὐτὸν τροπούμενος.