Ancient Greek
Page 624
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 624
Not analysed yet
ἀνθότου λοιπὸν τοῖς τῆς ἀνθρωπότητος ἐπερυθριῶσι μέτροις καὶ ἐπιτιμᾶν ἐγνώκασι τοῖς ὅτι μάλιστα τῇ μετὰ σαρκὸς οἰκονομίᾳ πρεπωδεστάτοις; Καίτοι χρῆν δήπου διανοεῖσθαι σοφῶς ὅτι ὥσπερ Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνώς, ἴδια ποιεῖται τὰ ἀνθρώπινα, οὕτω καὶ ἄνθρωπος γεγονώς, τὴν τῇ θεότητι πρέπουσαν τιμήν τε καὶ δόξαν ὡς ἰδίαν ἔχει· προσκυνεῖται γὰρ οὐ μόνον ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐν οὐρανοῖς, καίτοι τὸ χρῆναι προσκυνεῖν ὡς ἄνθρωπός τε καὶ Ἰουδαῖος οὐκ ἀτιμάσας ὡς σμικροπρεπές. «Ὅταν γάρ, φησίν, εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰ μὲν οὖν ἐκ σπέρματος Ἀβραὰμ τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον γεγεννῆσθαί φασι, ληροῦμεν ἡμεῖς· κεκλήσθω καὶ Ἰουδαῖος, καὶ ἔστω προσκυνητής. Εἰ δὲ εἰς λῆξιν ἤδη μανίας τὴν ἀνωτάτω διεληλακὸς αὐτοῖς τὸ ἐγχείρημα ταυτὶ φρονεῖν ἑλομένοις ἐξελέγχεται, διαβεβαιώσονται δὲ μᾶλλον, ὡς ἡνίκα μὲν ἐπελάβετο σπέρματος Ἀβραάμ, ἀνέφυ δὲ κατὰ σάρκα καὶ ἐκ ῥίζης τῆς Ἰεσσαί, κεχρημάτικε μὲν Ἰουδαῖος, γέγονε δὲ καὶ προσκυνητὴς ὡς ἄνθρωπος, τί μεθέντες ὡς ἕωλον τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἐπ' αὐτὴν ἀναθρῴσκουσι τὴν τοῦ Λόγου φύσιν καὶ τὸν ὁμοούσιον τῷ Πατρὶ κατακομίζουσι δυσσεβῶς ἐπὶ τὸ χρῆναι προσκυνεῖν γυμνῶς τε καὶ ἀπημφιεσμένως, καὶ εἰ μὴ νοοῖτο τυχὸν ἐν τοῖς καθ' ἡμᾶς, ἤγουν ἐν ἡμῖν, οἷς, εἴπερ ἕλοιντο προσκυνεῖν, οὐδεὶς ἄν, οἶμαι, διαμωμήσαιτο, μᾶλλον δὲ καὶ πρὸς ἐπαίνου τὸ χρῆμα καὶ ἁπάσης ἂν γένοιτο θυμηδίας πρόξενον; Ἦ γὰρ οὐχὶ γέγραπται περὶ αὐτοῦ ὡς ὑφιζήσειεν ἂν κατά γε τὸ ἀνθρώπινον καὶ τὴν ἀμείνω φύσιν, τουτέστι τὴν ἀγγελικήν, καὶ τῆς ἐκείνων εὐκλείας νοοῖτ' ἂν ἡττῆσθαι βραχύ; Β. Ἀληθές· ἔφη γὰρ ὁ Παῦλος· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Α. Εἶτα τί μαθόντες, εἰπέ μοι, καίτοι τὴν ἀμείνω λαχόντες φύσιν οἱ τὴν ἄνω τρίβοντες πόλιν καὶ ἀπλανῆ που πάντως καὶ ἀπαραλόγιστον παντελῶς τὴν ἐπὶ Θεῷ γνῶσιν πεπλουτηκότες, τὸν ἐν μείονι φύσει καὶ κατόπιν ἥκοντα τῆς ἐνούσης εὐκλείας αὐτοῖς, ἐποιοῦντο προσκυνητόν, φράσαις ἄν, ὦ ἑταῖρε; Β. Καὶ μὴν καὶ τοῦτό γέ ἐστιν ἤδη σόν. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ὁ αὐτὸς ἐλάττων τε ἅμα καὶ ἐν τοῖς ἀσυγκρίτως ὑπερκειμένοις, ἀπονεμοῦμεν εὐκρινῶς