Ancient Greek
Page 625
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 625
Not analysed yet
τῇ μὲν ἀνθρωπότητι, χωροῦν ἐπ' αὐτὴν πρεπόντως τὸ ἔλαττον—παρὰ πολὺ γὰρ ἀγγέλων ἡ ἀνθρώπου φύσις— τῇ δὲ ὑπὲρ πάντα θεότητι, τὸ ὑπερκεῖσθαί τε καὶ ὑπεραίρειν τὰ γενητά, καὶ πάσης ἐπέκεινα λογικῆς οὐσίας καὶ παντὸς ὀνόματος ὀνομαζομένου διᾴττειν οὐσιωδῶς. Εἰ δὲ δὴ καὶ δίχα σαρκὸς καὶ οὔπω τοῖς καθ' ἡμᾶς οἷον ἐμπλακεὶς ὁ Λόγος τό γε ἐν ἐλάττοσι κεῖσθαι καὶ αὐτῶν ἂν εἰκότως ἀποφέροιτο τῶν ἀγγέλων, μείων μὲν ἔσται τῶν ἰδίων κτισμάτων καὶ πρός γε τούτῳ προσκυνητής, οὐδὲν ἐπαμύνοντος ἢ ὑπερδικοῦντος ἔτι τοῦ παρ' ἡμῶν λόγου. Εἰ δὲ δὴ ταυτὶ φάναι τε καὶ φρονεῖν δυσσεβές τε ἅμα καὶ σφαλερώτατον, μείων δὲ ὅτι καὶ ἄνθρωπος, ἕψεταί που πάντως ἐκεῖνο νοεῖν· προσκυνητὴς γὰρ ὅτι καὶ ἄνθρωπος, καίτοι Θεὸς ὢν φύσει καὶ ἐν ἴσῳ τῷ Πατρὶ πρὸς ἁπάντων προσκυνούμενος. Ἔφη μὲν γάρ που Θεὸς δι' ἑνὸς τῶν προφητῶν, «Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται.» Ὁμοούσιον δὲ τῷ Πατρὶ τὸν Υἱὸν εὖ μάλα τιθεὶς ὁ θεσπέσιος Παῦλος καὶ ἐν τῇ δόξῃ τοῦ γεγεννηκότος εἰδὼς τὸ γεγεννημένον. «Ἐν τῷ ὀνόματι, φησίν, Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.» Β. Ἀλλὰ ναί, φασί, συμπροσκυνούμενον μὲν τῷ Πατρὶ τὸν Υἱὸν εὑρήσομεν, προσκυνοῦντα δὲ αὖ, ὡς τετιμημένον καὶ τίς κατὰ φύσιν ἐστὶν οὐκ ἠγνοηκότα· τὴν μὲν γὰρ τῶν γενητῶν ὑπερανέχει φύσιν, ἔστι δὲ οὐκ ἐν οἷς ὁ Πατήρ. Α. Ξένιον οὖν ἄρα καὶ μισθὸν ἀρετῆς τὴν τῆς θεότητος δόξαν ἀποκεκέρδακεν ὁ Υἱός, καὶ τὸ προσκυνεῖσθαι δεῖν οὐκ ἀξίωμα φύσεως ἰδικῆς, ἀλλ' ἐν ψιλοῖς καὶ μόνοις διεκληρώσατο τοῖς θελήμασι τοῦ Πατρός. Β. Οὕτως οἴονται καὶ φασίν. Α. Εἶτα ὅποι τε καὶ ὅπως κατανένευκε τῷ Υἱῷ τὴν προσκύνησιν ὁ Πατήρ, ἐκδείξειεν ἄν· οὐ γάρ που τοῦτο ἐροῦσιν ὡς ὅτι ἂν ἕλοιντο δοξάζειν αὐτοὶ ψῆφος ἂν εἴη τοῦτο τοῦ Θεοῦ καὶ Πατρός. Β. Προστέταχε, φασί, τοῖς ἁγίοις ἀγγέλοις προσκυνεῖν αὐτόν. Τί γὰρ ἕτερον ἢ τοῦτο αὐτὸ κατασημήνειεν ἂν τὸ «Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Α. Ἆρ' οὖν, ὅτι προστέταχε μὲν ὁ Πατὴρ προσκυνεῖσθαι δεῖν τὸν Υἱὸν ἀκριβῶς ἐγνώκασι, καταρνήσονταί γε μὴν