Ancient Greek
Page 631
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 631
Not analysed yet
Περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν. Α. «Πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεὴς» ἀνακεκραγότος τινὸς τῶν σοφῶν, καὶ τοῖς ὅτι μάλιστα φιλεργεῖν εἰωθόσι μονονουχὶ κατεπᾴδοντος, ἀποψηφιεῖ τοῦ λόγου τὸ ἀληθές, ἢ κατακροτήσεις ἐπαίνοις, ὡς ἄριστά τε καὶ ὀρθῶς ἐκπεποιημένον; Τὸ γάρ τοι χρῆναι τληπαθεῖν, ἁγιοπρεπές, ὦ Ἑρμεία. Β. Ὧδε ἔχει. Α. Ἄγε δὴ οὖν, ἐπ' αὐτὸ δὴ τὸ λοῖσθον ἰόντες τοῦ πόνου, προθυμίαις μὲν ταῖς τελεωτάταις ἀναδησώμεθα τὴν ὀσφύν, ἐνδυσάμενοι δὲ τῆς δικαιοσύνης τὸν θώρακα καὶ τὴν τομωτάτην τοῦ πνεύματος ἀναλαβόντες μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, καὶ τὸν θυρεὸν τῆς πίστεως, καθὰ γέγραπται, ταῖς τῶν ἑτεροδοξούντων τερθρείαις ἀνδρωδῶς ἀντεξάγωμεν, οἳ νοῦν τε καὶ γλῶτταν τὴν ἀναιδῆ καταθήγουσι τὸ θεῖον αὐτὸ περιυβρίζοντες Πνεῦμα καὶ τὸν τῶν ἀσθενεστέρων καταληΐζονται νοῦν, γνώσεως μὲν τῆς ἀπλανοῦς τε καὶ ἀληθοῦς ἀποφέροντες, ἐνιέντες δὲ ὥσπερ τοῖς τῆς ἀπωλείας βόθροις καὶ τῆς σφῶν αὐτῶν ἀσυνεσίας τὸν ἰὸν ἐκχέοντες, καίτοι νόμου μὲν διηγορευκότος τοῦ διὰ Μωσέως, «Ἄνθρωπος ὃς ἂν πατάξῃ πᾶσαν ψυχὴν ἀνθρώπου, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω·» Χριστοῦ γε μὴν ἐναργῶς καὶ ἀναφανδὸν εἰρηκότος, «Ὃς ἐὰν οὖν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.» Β. Πάμμεγα καὶ δύσοιστον ἀληθῶς τῶν τοιούτων τὸ κρίμα. Ἐμπαροινοῦντες γὰρ ἀδελφοῖς καὶ τύπτοντες αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, εἰς Χριστὸν ἁμαρτάνουσι. Τίς δὲ ἄρα καὶ τουτοισὶ λόγος; Α. Ἀλογία μὲν οὖν τὸ χρῆμα, καὶ εἰ λέγοιτο πρὸς αὐτῶν δόξα τε καὶ λόγος ἃ φρονεῖν ἐγνώκασι. Φαίην δ' ἂν ὡς ἥδιστά γε φιλοπευστοῦντί σοι· οἱ μὲν γὰρ εἰς ἀχάλινον