Ancient Greek
Page 632
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 632
Not analysed yet
ἀπονενευκότες θράσος καὶ γυμναῖς ἤδη πως ταῖς ἀναιδείαις χρώμενοι, κτιστόν τε καὶ γενητὸν τὸ τοῦ Θεοῦ Πνεῦμά φασιν. Ἕτεροι δὲ αὖ, τὸ παχὺ τῆς δυσφημίας οἱονεί πως ἀπολεπτύνοντες, ἐπερυθριῶσι μέν που κατὰ τὸ εἰκὸς τῇδε τῇ δόξῃ, διατορνεύοντες δὲ πρὸς ἀστειοτέραν πλάνησιν τὸν ἐπ' αὐτῷ λόγον, Θεὸν μὲν οὐκ εἶναί φασιν, οὐσίας δὲ τῆς ἀνωτάτω κατακομίζοντες ἀμαθῶς, μονοειδές τε εἶναι πιστεύουσι, καὶ ἰδίαν τινὰ καὶ μέσην ἀποτεμέσθαι φύσιν, ἣ μήτε εἰς λῆξιν ἥκει τὴν ἀνωτάτω, καὶ τὸ ὑπερκεῖσθαι πολὺ τὸ τῆς κτίσεως μέτρον διέλαχέ τε καὶ ἐκληρώσατο. Β. Καὶ τίς ἂν εἴη λοιπὸν ἡ τοιάδε φύσις ἣ μήτε Θεός ἐστι μήτε μὴν κτίσις; Τὸ μεσολαβοῦν γὰρ οἶμαι παντελῶς οὐδέν. Μία γὰρ ἡ τελεωτάτη μεταξὺ διαφορά, διϊστᾶσα ταῖς φύσεσι Θεόν τε καὶ κτίσιν, καὶ οὐδὲν ἕτερον ἔν γε τοῖς εἶναι πεπιστευμένοις ἢ ὅτι ταυτὶ καὶ μόνα καταθρήσαι τις ἄν. Ἢ πέρα τι τούτων αὐτὸς ὅτι χρὴ προσίεσθαι διανοῇ; Α. Ἥκιστα μὲν οὖν, ὦ ἑταῖρε· πάντα γὰρ δι' Υἱοῦ πεποιῆσθαί φησιν ἡ θεόπνευστος Γραφή· ὥστε, εἴ τι τῶν ὄντων ἁπάντων ἀπονοσφίζοιτο φυσικῶς, διαδιδράσκοι ἂν καὶ τὸ ἐπὶ τῷ πεποιῆσθαι σμικροπρεπές, φύσεως δὲ τῆς ἰδίας ὑπεροχῇ, Θεὸς ὑπάρχον γνωρίζεται· ἀπολισθήσειε δ' ἂν οὔτι που τἀληθοῦς ἡμῖν καὶ τὸ ἔμπαλιν. Εἰ γὰρ μήτι Θεὸς κατὰ φύσιν, ἔσται που πάντως ἐν γενητοῖς. Ἢ τοίνυν ἀνακομιζόντων ὑψοῦ τὸ θεῖόν τε καὶ ἅγιον Πνεῦμα, καὶ ἀσυναφὲς οὐσιωδῶς ὁμολογούντων τῇ κτίσει, ἢ τῶν ἀνωτάτω καὶ ὑπερτάτων αὐτὸ κατασύροντες θρόνων, καταλογιζέσθων ἐν γενητοῖς. Τόπος γὰρ ἢ λόγος φύσεως ἡμῖν ἑτέρας οὐδεὶς παρεισβέβληκε μεταξύ, τὸ πρὸς ἄμφω συγγενὲς ἀρνούμενος. Τὸ γάρτοι φάναι μονοειδὲς τὸ Πνεῦμα, καὶ δόξαν ἀνάπτειν αὐτῷ τὴν ἐπὶ τῷδε δοκεῖν, πῶς οὐχ ἕωλον παντελῶς, καίτοι πλείστων ὅσων ἡμῖν, καὶ εἰ τελοῖεν ἐν κτίσμασι, τὸ μονοειδὲς ἐχόντων ἐφ' ἑαυτοῖς; Εἷς γὰρ ἥλιος, καὶ μία σελήνη· γῆ δὲ οὐχ ἑτέρα παρὰ τὴν οὖσαν· μία δὲ αὖ καὶ ἡ παντὸς ὕδατος φύσις, τὸ μονοειδὲς ἀποσῴζουσα, κἂν εἰ ταῖς ποιότησιν ἕποιτο τὸ παρηλλάχθαι δοκεῖν. Ἀμαθίας οὖν ἄρα καὶ μειρακιώδους ἐπίκλημα φρενὸς τὸ καταχρυσοῦν οἴεσθαί τινας καὶ ταῖς εἰς λῆξιν εὐκλείαις στεφανοῦν ταῖς οὕτω ψυχραῖς εὑρεσιλογίαις τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοῖς τῆς κτίσεως μέτροις ἐγκατακλείειν ἀποτολμᾶν, οὐκ ἀσυγκρίτοις ὑπεροχαῖς διεσχοινισμένον καὶ