Ancient Greek
Page 635
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 635
Not analysed yet
ἄνθρωπον εἶναι τὸ ζῷον τὸ λογικὸν μήτε μὴν ἵππον ἔφη τὸ χρεμετιστικόν, οὐκ ἐπενηνεγμένοιν τοῖς ὅροις τοῖν ὀνομάτοιν, ἆρ' οὐ περιττὸν καὶ ἐξεστηκότα καὶ ὀλιγογνώμονα διακεκλῆσθαι δεῖν τόν γε οὕτως ἀμαθῆ δικαιώσομεν; Β. Πάνυ μὲν οὖν. Α. Ἀνθότου δὲ δὴ τοῦτο δρᾷς, εἴ τις ἔροιτό σε καὶ ἀναμαθεῖν ἠξίου, τί ἂν ἀπεκρίνω; Β. Ἔφην ἂν ὅτι τοῖς ἄγαν ὀρθῶς καὶ ἐντέχνως ὡρισμένοις τὸ ἐπιτιμᾶν ἀμαθές. Ἴδιος μὲν γὰρ ὁ ἑκάστου τῶν ὄντων λόγος, ὅπερ ἐστὶν ἀληθῶς καταδεικνύς· ὁμωνύμως δὲ πολλάκις ἐκφέρεται τὰ ὀνόματα. Α. Οὐκοῦν ἀληθεστέρα καὶ ἀπλανὴς τῶν ὄντων ἡ δήλωσις, εἰ ἀφ' ὧν ἕκαστον κατὰ φύσιν ἐστὶν ἀκριβῶς βασανίζοιτο, καὶ οὐχὶ πάντως ἐξ ὀνομάτων. Ἢ γὰρ οὐχὶ τὸ ἄφθαρτον καὶ ἀνώλεθρον, ἀΐδιόν τε καὶ ἀναλλοίωτον, τῇ τῶν ὅλων βασιλίδι προσάψομεν φύσει; Β. Πῶς γὰρ οὔ; Α. Τί δέ, εἰπέ μοι, τὸ Θεός; Β. Αὕτη δὴ πρεπόντως. Α. Ἀλλ' ἴδια μὲν αὐτῆς τὸ ἀφθαρτὸν καὶ ἀνώλεθρον· ὄνομα δὲ τὸ Θεός, κοινὸν μὲν ἀγγέλοις, κοινὸν δὲ ἡμῖν αὐτοῖς, εἰ καὶ εἰσποίητον καὶ δοτόν. Ὁμοίως ἔνεστι μὲν ἀνθρώπῳ τὸ λογικόν· ὄνομα δὲ τὸ ἄνθρωπος καὶ τοῖς ἐκ λίθου πεποιημένοις, ἤγουν ἐξ ὕλης ἑτέρας, εἰς εἶδος τὸ καθ' ἡμᾶς εὖ μάλα τετορνευμένοις. Ἴθι δὴ οὖν ἐπὶ τὸ χρῆναι σκοπεῖν πότερα τὸ Πνεῦμα Θεός τε καὶ ἐν Θεῷ, καὶ ἐξ αὐτοῦ φυσικῶς, ἅτε δὴ καὶ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐσιωδῶς ἐνηγλαϊσμένον, ἤγουν κατ' ἐκείνους ἀληθῆ τὴν κατάρρησιν καὶ ἀποχρῶσαν ἂν δέξαιτο τὴν αἰτίαν τοῦ δεῖν αὐτὸ τῆς πρὸς Θεὸν ὁμοουσιότητος ἀπολισθεῖν, ἐπεὶ μὴ ὠνόμασται Θεός. Καίτοι κἀν τούτῳ ψευδομυθεῖν ἑλομένους ἀκονιτὶ διελέγξομεν, οὐκ ἐξαγωνίοις χρώμενοι λογισμοῖς, ἀλλ' ἐξ ἱερῶν ἑλόντες γραμμάτων, καὶ τῆς ἑώλου βαττολογίας λήμης ὥσπερ τινὸς τὸν ἑαυτῶν ἀπαλλάττοντες νοῦν. Β. Δοίην ἂν ἔγωγε παραπολὺ δή τι καὶ ἀσυγκρίτως ἄμεινον τὸ κατασκέπτεσθαι δεῖν εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν ἐκπρεπές τέ ἐστι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μεῖον οὐδὲν ἐν αὐτῷ παρὰ τὸν Πατέρα καὶ τὸν Υἱόν, ἤγουν ἀσυνέτως στενολεσχεῖν, καὶ ἱδροῦν εἰκῇ περὶ μόνην τὴν τοῦ ὀνόματος ζήτησιν. Α. Εὐκρινέστατά τε καὶ λίαν ὀρθῶς, ὦ Ἑρμεία· μοίρας γὰρ οἶμαι τουτὶ τῆς ἀμείνονός τε καὶ ἀκριβοῦς. Ἔνεστι δ' οὖν ὅμως πολυπραγμονεῖν ἐθέλουσι περιττὰ τοῖς δι' ἐναντίας καὶ Θεὸν ὠνομασμένον τὸ Πνεῦμα ἰδεῖν. Ὁ γάρ τοι θεσπέσιός τε καὶ ἱερώτατος Πέτρος, κατάφωρον μὲν