Ancient Greek
Page 634
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 634
Not analysed yet
δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ποῦ γὰρ ὅλως τὸν ἀληθῆ καὶ οὐσιωδῶς ἐγνώκαμεν Θεόν, εἰ μὴ συνθεολογεῖται τῷ Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα αὐτοῦ; Β. Ναί, φησί, Θεὸν ἐγνώκαμεν τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ δὲ δὴ καὶ τὸ Πνεῦμα. Α. Ἀλλ' οὐ τοῖς διεφθορόσι τὸν ἴδιον νοῦν μυσταγωγοῖς χρησόμεθα, προσέξομεν δὲ οὐχὶ πνεύμασι πλάνης, κατὰ τὰς Γραφάς· ἐνεῖναι δὲ μᾶλλον καὶ ἐνυπάρχειν οὐσιωδῶς πιστεύσομεν τῷ Θεῷ τὸ Πνεῦμα αὐτοῦ, καθὰ καὶ ἀνθρώπῳ τὸ ἀνθρώπινον· καὶ ὥσπερ ἂν εἴ τις ἢ Πέτρον ἡμῖν ἢ Ἰωάννην ὀνομάσαι τυχόν, συνεσήμηνέ που πάντως αὐτοῖς καὶ τὸ ἴδιον αὐτῶν καὶ ἐν αὐτοῖς πνεῦμα, καὶ τοῦ παντὸς ζῴου ποιεῖται τὴν δήλωσιν· κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον ἐπί τε Πατρὸς καὶ Υἱοῦ. Συγκατασημαίνεται γὰρ ἑκατέρῳ τὸ Πνεῦμα, καὶ οὐχ ὡς μέρος ὂν αὐτοῦ, καθὰ καὶ ἐπ' ἀνθρώπων νοοῦμεν. Ὑφέστηκε γὰρ ἰδικῶς, καὶ προΐησι μὲν ἐξ ἰδίας αὐτὸ φύσεως ὁ Πατήρ, χορηγεῖ δὲ τοῖς ἀξίοις καὶ αὐτὸς ὁ Υἱός. Δυσσεβὲς δὲ καὶ ἀπόπληκτον κομιδῇ τὸ κολοβοῦν εἰς δυάδα, καὶ οἱονεὶ συστέλλειν ἀποτολμᾶν τὴν τῆς θεότητος φύσιν, καίτοι γε τῆς ἁγίας καὶ θεοπνεύστου Γραφῆς ἐξαπλούσης μὲν αὐτὴν ὡς ἐν ὑποστάσεσι ταῖς τρισί, συναγειρούσης δὲ αὖ διὰ τῆς εἰσάπαν ἰσότητός τε καὶ ὁμοιότητος εἰς ἑνότητα φυσικὴν καὶ εἰς τὸ ταὐτὸν ἐν οὐσίᾳ. Β. Πόθεν οὖν, φησίν, ἢ πῶς ἂν νοοῖτο καὶ τὸ Πνεῦμα Θεός; Α. Ἀφ' ὧν εἶναι πέφυκεν, ὦ γενναῖε, καὶ ἐξ ὧν ὅ τι ποτέ ἐστι κατὰ φύσιν, ὡς ἔνι γνωρίζεται. Γινώσκεται δὲ τὰ ὄντα καλῶς ἀφ' ὧν ἕκαστον ἀληθῶς ἐστιν· ὀνομάτων δὲ ἡμῖν οὐ σφόδρα πολὺς ὁ λόγος, εἰς ἀναγκαίαν δήλωσιν τῶν ἀπλανῶς ἐγνωσμένων, εἰ καὶ χρήσιμος τοῖς οὖσιν ἡ ἑκάστῳ πρέπουσα κλῆσις. Β. Σκοτεινὸς ὁ λόγος, συνίημι δὲ οὐ σφόδρα. Α. Ἐγὼ φράσω· καταλευκανῶ γάρ, ὡς οἷόν τε, τὸ δηλούμενον· Ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ περί τού τις λέγοι, τί ἂν αὐτὸν ὡρίσθαι δοίης, ὦ 'γαθέ; Β. Ἄνθρωπον δηλονότι. Α. Εἰ δὲ δὴ καὶ ζῷον λέγοι, προσθεὶς ὅτι χρεμετιστικόν; Β. Φαίην ἄν, ἵππον. Α. Εἶτα σεσιωπηκότος τὸ ἑκατέρου τῶν ὡρισμένων ὄνομα, πῶς ἂν αὐτὸς ἔφης ἄνθρωπόν τε καὶ ἵππον; Β. Ὅτι, ὦ ἑταῖρε, τὴν ἀνθρώπου καὶ ἵππου φύσιν ὡρίσατο. Α. Εἰ δὲ δή τις ἐπετίμα ταυτί σοι διειρηκότι καὶ μήτε