Ancient Greek
Page 637
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 637
Not analysed yet
Τοιγάρτοι διὰ τὸ τῆς οὐσίας ταὐτόν, ἐφήρμοσται μὲν τῷ Θεῷ καὶ Πατρί, καίτοι τρίτη κατὰ μόνην τῶν ὀνομάτων τὴν σύνταξιν ἐκφερομένη πρὸς ἡμῶν ἡ τοῦ Πνεύματος κλῆσις, ἐφήρμοσται δὲ τῷ Υἱῷ. Ἔφη μὲν γὰρ ὁ Χριστός, τὸ ἐκ Σαμαρείας γύναιον εὖ μάλα παιδαγωγῶν· «Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Γράφει δὲ καὶ ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ πάλιν, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Β. Ὁμοούσιον οὖν τὸ Πνεῦμά ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ; Α. Ναί, εἴπερ ἔστιν οὐχ ἑτέρως τὴν Θεοῦ μέθεξιν ἁγίους καταπλουτεῖν ἢ ἐν τῷ τὸ Πνεῦμα ἑλεῖν. Θείας γὰρ φύσεως ἀποτελούμεθα κοινωνοί, κατὰ τὰς Γραφάς, πότερα κτιστῇ τε καὶ γενητῇ συνδούμενοι φύσει, ἢ γοῦν θεότητος ἀληθῶς ὡς ἔνι μεταλαγχάνοντες, γένος τε οὕτω χρηματίζοντες Θεοῦ; Β. Εἰ πυρὸς ἔστι μεταλαχεῖν οὐ δίχα πυρός, πῶς ἄν τις καὶ μετάσχοι θεότητος οὐ διὰ Θεοῦ; Α. Τὸ δ' οὖν ἐν ἡμῖν ὡς Θεὸς καὶ τὴν τοῦ Θεοῦ τάξιν τε καὶ ἐνέργειαν ἀποπληροῦν, ἆρ' ἔσθ' ὅπως ἂν οὐκ εἴη Θεός; Β. Τίνα τρόπον; Α. Ἄθρει δὴ οὖν τοῖς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτέροις προσπεφωνηκότα τὸν Θεόν· «Διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε·» ἡμῖν δὲ αὖ τὸν θεσπέσιον εὐαγγελιστήν· «Ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.» Τίνα γάρ, εἰπέ μοι, τρόπον ἔν τε τοῖς ἀρχαιοτέροις ἦν ὁ Θεός, ἐφεστηκότος τοῦ Πνεύματος; Ἢ πῶς ἂν γένοιτο καὶ ἐν ἡμῖν αὐτοῖς ἔχουσι τὸ Πνεῦμα; Οὐ γάρ που τήν γε τοῦ κατὰ φύσιν Θεοῦ παρουσίαν ἀποτελέσειεν ἂν ἐν ἡμῖν, ἑτεροφυὲς ὂν τὸ Πνεῦμα πρὸς Θεόν. Β. Ἥκιστά γε. Α. Θεὸς οὖν ἄρα τὸ Πνεῦμά ἐστι, καὶ ἐκ Θεοῦ κατὰ φύσιν· ἢ εἴπερ οὐχ ὧδε ἔχειν οἴονται κατὰ σφᾶς αὐτοὺς, εἰκαῖον ἤδη ῥαψῴδημα καὶ φενακισμὸς ἀληθῶς ὁ τοῦ σοφωτάτου Παύλου καταφανεῖται λόγος, γεγραφότος ὡδὶ τοῖς τὸ Πνεῦμα ἑλοῦσι καὶ δι' αὐτοῦ προφητεύουσιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτω