Ancient Greek
Page 638
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 638
Not analysed yet
πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστι.» Καὶ μὴν καὶ τοῖς γλωσσῶν ἐρασταῖς, «Ὥστε, φησίν, ὁ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια.» Ποῦ γὰρ ἂν ὅλως τοῖς διὰ τοῦ Πνεύματος προφητεύουσιν ἐγκατῳκηκὼς νοοῖτο Θεός; Πνεύματι δὲ λαλεῖ μυστήρια τίνα δὴ τρόπον ὁ Θεῷ διαλεγόμενος, εἰ ταὐτότητος τῆς πρὸς Θεὸν φυσικῆς ὀθνεῖόν ἐστι τὸ Πνεῦμα αὐτοῦ; Β. Ὡς ὀρθὰ καὶ δίκαια λέγεις. Α. Καὶ πρός γε τούτοις φαίην ἂν ὅτι πλείστη τις ὅση περιεστήξει πληθὺς οὐκ ἀσυνέτων ἡμᾶς διαλογισμῶν, τῆς μὲν κατὰ τοῦ Πνεύματος δυσφημίας νεανικῶς ἀποφέρουσα, ταῖς δὲ τῆς ἀληθείας ἐφιστᾶσα τρίβοις. Β. Πῶς ἔφης; Α. Ἢ οὐχὶ κατ' εἰκόνα Θεοῦ τετεχνουργῆσθαί φαμεν· ἐπὶ γῆς τὸν ἄνθρωπον; Β. Πῶς γὰρ οὔ; Α. Τὸ δὲ δὴ τὴν θείαν ἡμῖν ἐγχαράττον εἰκόνα, καὶ σημάντρου δίκην ἐμποιοῦν τὸ ὑπερκόσμιον κάλλος, οὐχὶ τὸ Πνεῦμά ἐστιν; Β. Ἀλλ' οὐχ ὡς Θεός, φησίν, ἀλλ' ὡς θείας χάριτος ὑπουργόν. Α. Οὐκ αὐτὸ τοιγαροῦν ἡμῖν, ἀλλ' ἡ δι' αὐτοῦ χάρις ἐνσημαίνεται. Β. Ἔοικεν. Α. Ἦν οὖν ἀναγκαῖον εἰκόνα τῆς χάριτος, καὶ οὐχὶ μᾶλλον εἰκόνα Θεοῦ διακεκλῆσθαι τὸν ἄνθρωπον. Καὶ τόδε δὲ σκόπει· σοφὸς γάρ, ὡς οἶμαι, καὶ ἁπλοῦς ὁ λόγος. Δεδημιούργηται μὲν γὰρ ἐν ἀρχῇ τὸ ζῷον πλαστουργοῦντος αὐτὸ τοῦ Θεοῦ, καὶ τετιμηκότος οἱονεὶ καὶ αὐτοχειρίᾳ, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ εἰς τὸ εἶναι παρῆκτο, διεμορφοῦτο πρὸς Θεόν, ἐμφυσηθείσης αὐτῷ πνοῆς ζωῆς. Ἀπεμποληκὼς δὲ τὸν ἁγιασμὸν διὰ τῆς εἰς φαυλότητα παρατροπῆς, εἰς τὸ ἐν ἀρχαῖς καὶ πρεσβύτατον αὖθις ἀνεκομίζετο κάλλος, καινουργοῦντος τὸ παλαιωθὲν εἰς εἶδος τὸ θεῖόν τε καὶ νοητὸν τοῦ Χριστοῦ, καὶ οὐ καθ' ἕτερόν τινα τρόπον πλὴν ὅτι τὸν ἐν ἀρχαῖς· ἐνεφύσησε γὰρ τοῖς ἁγίοις ἀποστόλοις λέγων· «Λάβετε Πνεῦμα ἅγιον.» Ἢ οὐκ εἴ τις ἐν Χριστῷ καινὴ κτίσις; Β. Ναί. Α. Οὐκοῦν ἀληθὲς εἰπεῖν, μᾶλλον δὲ καὶ ἀναγκαῖον ἤδη πως ἐννοεῖν, ὡς εἴπερ ἡ παλαίωσις καὶ ὁ τρόπος τῆς καταφθορᾶς νενόσηκε τῆς εἰκόνος τῆς ἐν ἁγιασμῷ τὴν ἀπεμπολήν, ἆρ' οὐχὶ τῇ πρὸς τὸ ἀρχαῖον ἀναδρομῇ, καὶ καινουργίᾳ τῇ διὰ Χριστοῦ τῆς πρὸς Θεὸν ἐμφερείας τὴν πρόσληψιν ἐνεῖναι παραχωρήσομεν; Β. Πάνυ μὲν οὖν. Α. Ἀλλ' εἰ τῆς οὐσίας τοῦ Πνεύματος διεσχοινισμένη