Ancient Greek
Page 643
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 643
Not analysed yet
ἐν ἀμείνοσι τῶν ἀρχαιοτέρων ἁγίων ἡ διακονία λοιπὸν τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς λειτουργίας, εἴπερ οἱ μὲν τοὺς παρὰ Κυρίου καὶ Θεοῦ διηγγέλκασι λόγους, οἱ δέ, τοῦ Πνεύματος; Β. Κινδυνεύσει. Α. Καίτοι τί δήποτε κατακρίσεως μὲν καὶ θανάτου διακονίαν ἐκείνην, ταυτηνὶ δὲ ζωῆς καὶ δικαιοσύνης κατωνόμαζέ πη γράφων ὁ Παῦλος· «Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύσει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ;» Ἑαυτοῦ γε μὴν πέρι καὶ τῶν ἄλλων ἀποστόλων. «Ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Ἆρ' οὐ παντί τῳ καταφανὲς κἀντεῦθεν ἂν γένοιτο, καὶ λίαν ἀκονιτί, ὡς οἱ μὲν ἄνωθέν τε καὶ παρὰ Θεοῦ λόγοι κατέκρινον τοὺς ἀρχαιοτέρους, καὶ εἰς αὐτό που τὸ λοῖσθον κατεκόμιζον τῶν κακῶν, δικαιοῦσι δὲ νυνὶ καὶ ζωοποιοῦσιν οἱ Πνεύματος; Ἢ οὐκ αἰσθάνῃ λοιπὸν ὅποι ποτὲ ἡμῖν διεκπαίουσιν οἱ λόγοι; Β. Ναί· πολὺ γὰρ τὸ δέος μὴ ἄρα τι καὶ ἄμεινον περὶ τοῦ Πνεύματος ἢ περὶ Θεοῦ Πατρὸς καὶ Υἱοῦ δοξάζωμεν· ἀλλ' εἴτοι δοκεῖ, ταυτὶ μέν, ὦ τᾶν, ὧδέ τε ἔχειν ἔα καὶ εἰρῆσθαι καλῶς. Ἐπειδὴ δὲ Θεόν τε καὶ ἐκ Θεοῦ κατὰ φύσιν τὸ Πνεῦμά φαμεν, εἰ τοῖς τῆς θεότητος ἰδιώμασιν οὐ σχέσει τῇ πρὸς Θεόν, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει κατίδοι τις ἂν ἐκπρεπὲς αὐτό, πολυπραγμονῶμεν ἡμεῖς. Α. Οὐ γάρ, ὦ φιλότης, καταβαλεῖς αὐτόθεν, οὐ σχέσει τῇ πρὸς Θεὸν καθ' ἥνπερ ἂν καὶ ἡμεῖς αὐτοὶ τὸ Πνεῦμα νοῶν ἐξωραϊσμένον, ἀλλ' ὡς ἐν ἰδίᾳ φύσει καταπλουτοῦν τὸ τῆς ἀληθοῦς θεότητος κάλλος, καθάπερ ἀμέλει καὶ ὁ Υἱός, ὃς ἔφη πρὸς τὸν Πατέρα ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Τὸ γάρ τοι σχέσει τῇ μὴ κατὰ φύσιν τιμώμενον ὀθνείαν που πάντως εἰσοικίζεται δόξαν. Ἐπειδὴ δὲ ἑαυτοῦ μὲν οὐκ ἄν τι μεταλάχοι ποτέ, πάθοι δ' ἂν αὐτὸ τῇ πρὸς ἕτερον σχέσει, τὸ μετέχον τοῦ μετεχομένου πᾶσά πως ἀνάγκη καὶ ἑτεροφυὲς εἶναι λέγειν. Β. Ἀνάγκη. Α. Εἶτα τίς ἐξοίσει ποτ' ἄν, εἰπέ μοι, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸ ἐν αὐτῇ τε καὶ ἐξ αὐτῆς ἅγιον Πνεῦμα; Ἆρ' οὐκ εἰς λῆξιν παντὸς ἂν ἴοι θράσους, κἂν εἰ μόνον τις ἕλοι ταυτὶ κατὰ νοῦν; Μόνους γὰρ ὧδε χρῆναι φρονεῖν οἰηθείην ἂν ἔγωγε, τοὺς λογισμοῦ καὶ φρενὸς τῆς ἀρίστης ὠλισθηκότας. Ἀλλὰ φέρε, λέγωμεν τὰ Θεοῦ καὶ Πνεύματος. Τοῦτο καὶ αὐτῷ σοι συνδοκοῦν σοφῶς τε καὶ ἀναγκαίως. Β. Λέγωμεν. Α. Φράζε δὴ οὖν, τίς ἂν νοοῖτο πρὸς ἡμῶν ἡ τοῦ Θεοῦ δόξα καὶ τῆς φυσικῆς ἐνεργείας ἡ δύναμις;