Ancient Greek
Page 644
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 644
Not analysed yet
Β. Θεοῦ μὲν δόξαν εἶναί φημι τὸ παντὸς γενητοῦ φύσιν τε καὶ μέτρον ὑπερανίστασθαι καὶ ὑπάρχειν οὐκ ἐκτισμένως· ἐνέργειαν δὲ φυσικήν, τὸ δημιουργεῖν ἐξ οὐκ ὄντων δύνασθαι καὶ καλεῖν τὰ μὴ ὄντα ὡς ὄντα, τὸ συνέχειν εἰς τὸ εἶναι τὰ ὄντα καλῶς, τὸ ζωοποιεῖν, τὸ ἁγιάζειν, τὸ κατασοφοῦν εὖ μάλα τὰ σοφίας δεκτικά. Α. Ἐκβασανιστέον δὴ οὖν, εἰ δοκεῖ, τὸν περὶ τοῦ ἁγίου Πνεύματος λόγον. Εἰδεῖεν γὰρ ἂν οὐχ ἑτέρως ἢ οὕτως οἱ ψυχρά τε καὶ μειρακιώδη περὶ αὐτοῦ δοξάζοντες ὡς ἥκιστα μὲν ἐν μείοσιν εἴη ἂν ἢ ἐν οἷς ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱός· ἰσοστατοῦν δὲ μᾶλλον οὐσιωδῶς αὐτῷ καὶ ἰσοσθενὲς κατ' ἐνέργειαν ἐκ παντὸς ἂν ἡμῖν παραδειχθείη τρόπου. Β. Ἴθι δὴ οὖν εἰς τοῦτο γεννικῶς, Θεῷ πίσυνος λέγοντι· «Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.» Α. Οὐκοῦν (ἐρήσομαι γάρ), τὸ θεοποιεῖν δύνασθαι τοὺς οὐκ ὄντας θεούς, ἆρα ἂν πρέποι γενητῇ καὶ πεποιημένῃ φύσει; Β. Οὐκ ἔγωγε φαίην ἄν. Οὐ γάρ τοι τὸ μεῖον εἴς γε τὸ οὕτως ὑπερτεροῦν ἀνακομίσειεν ἄν. Α. Ὀρθῶς ἔφης· καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο περιαθρεῖν τῆς σῆς ἂν εἴη παγκάλης φρενός. Εἰ γὰρ ἡ κτίσματος μέθεξις θεοποιεῖν οἶδε τὸ γενητόν, πῶς οὐκ ἂν εἴη καὶ τὸ ἔμπαλιν ἀληθές; Ζημιοῖ γὰρ μᾶλλον ἥπερ ὀνίνησιν ἀληθῶς τὸ Θεοῦ τοῦ κατὰ φύσιν μεταλαχεῖν. Ἀλλ' οὐκ ἂν νοοῖτό ποτε θεοποιὸς ἡ κτίσις, ἀνήφθω δὲ μόνῳ τὸ χρῆμα Θεῷ, ταῖς τῶν ἁγίων ἐνιέντι ψυχαῖς, τῆς ἰδίας ἰδιότητος τὴν διὰ Πνεύματος μέθεξιν, δι' οὗ καὶ σύμμορφοι γεγονότες τῷ κατὰ φύσιν Υἱῷ, θεοὶ κατ' αὐτὸν καὶ υἱοὶ κεκλήμεθα Θεοῦ. «Ὅτι γάρ ἐσμεν υἱοί, κατὰ τὸ γεγραμμένον, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κράζον· Ἀββᾶ, ὁ Πατήρ.» Εἴπερ οὖν ἐστι μεῖζόν τε καὶ ἄμεινον ἢ κατὰ κτίσματος φύσιν τὸ θεοποιεῖν δύνασθαι δι' ἑαυτοῦ, τίς τοῖς γεγονόσιν ἐγκαταριθμήσει τὸ Πνεῦμα τὸ ἅγιον, εἴ γε νοῦν ἔχοι μὴ κατεφθαρμένον, ἢ πῶς ἂν λέγοιτο γενητὸν τὸ θεοὺς ἀποτελοῦν; Β. Οὐχ ὁρῶ. Α. Τὸ δὲ τῆς δουλείας ὄνομά τε καὶ χρῆμα παρέποιτο ἄν, ὦ Ἑρμεία, καὶ μάλα εἰκότως, κτιστῇ καὶ πεποιημένῃ φύσει, Θεοῦ δὲ δὴ πάντως ἀφεστήξει μακράν. Β. Πάνυ μὲν οὖν. Ἀληθὲς γάρ που τὸ ὑμνούμενον πρὸς Θεόν, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Α. Τὸ δουλείας οὖν ἄρα τὸ δοῦλον ἀπογυμνοῦν, καὶ