Ancient Greek
Page 656
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 656
Not analysed yet
Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν εἴη δή που πάντως ἂν παρ' αὐτὴν οὐχ ἕτερον, κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. Εἴη γὰρ ἂν ὅπως οὐ ζωὴ τὸ ῥίζαν ἔχον τὴν ζωὴν καὶ πηγὴν ὥσπερ τινὰ τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ τοῦ Θεοῦ φύσιν; Ὅτι γὰρ ἐξ αὐτῆς ἐκπορεύεται τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας οὐκ ἀσυμφανές, προκείσεται δὲ τοῖς γε ἀληθῶς ἀρτίφροσιν εὐκόλως ἰδεῖν, ἔκ γε τοῦ λελέχθαι σαφῶς· «Ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ ταῖς ἡμετέραις καρδίαις ἐνηυλισμένον ζωοποιόν ἐστι Πνεῦμα. Τὸ δὲ ἴδιον τοῦ Θεοῦ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν, εἰ ζωῆς τητᾶσθαι δώσομεν, εἴπερ ἐπακτὴν ἔχει τὴν ζωήν, πῶς οὐκ ἂν νοοῖτο δυνάμει νεκρόν; Ὃ γὰρ ἂν ἐνδέχοιτο παθεῖν, εἴπῃ τις ἄν, καὶ εἰ μήπω γέγονεν ἐν τῷ παθεῖν, ὡς ἅπαν, οἶμαί που, τὸ εἰσκεκρίσθαι δοκοῦν, ἢ καὶ εἰσποίητον ἀληθῶς, οὐκ ἀνύποπτον εἰς ἀπόστασιν, ἀλλ' ἐν φόβῳ τοῦ διαπεσεῖν. Φύσεως γὰρ οὐκ ἐρήρεισται νόμοις, οὔτε μὴν ἀκατάσειστον ἔχει τὴν ἕδραν τὸ ὡς ἐν τάξει συμβεβηκότος καὶ ὡς ἐν εἴδει βαφῆς τοῖς ἅπαξ ἑλοῦσιν ἐπερριμμένον. Β. Ἄραρεν οὖν ὅτι τὸ Πνεῦμα ζωή, φυσικῶς δηλονότι καὶ οὐ μεθεκτῶς. Α. Παντάπασι μὲν οὖν, ὦ ἑταῖρε, τοῦτο δὲ εἴσῃ καλῶς καὶ ἐξ ἑτέρων ἐννοιῶν. Θεοῦ μὲν γὰρ λέγοντος ἐπαΐοι τις ἄν, καὶ μονονουχὶ λειποταξίου γραφὴν καταχέοντος τῶν τῇ κτίσει λελατρευκότων· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Προσπεφωνηκότα δὲ τοῖς Ἰουδαίοις εὑρήσομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.» Ὃ δὴ καὶ διατρανῶν εὖ μάλα καὶ καθιστὰς ἐναργὲς ὁ θεσπέσιος εὐαγγελιστὴς Ἰωάννης εἰς τὴν τοῦ ἁγίου Πνεύματος φύσιν τε καὶ ἐνέργειαν ἀποφέρει λέγων· «Τοῦτο δὲ εἶπε περὶ