Ancient Greek
Page 657
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 657
Not analysed yet
τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Ἰδοὺ δὴ αὖ σαφῶς τε καὶ ἐναργῶς, ὕδωρ ζωῆς ἰσοτρόπως καὶ ἰσοσθενῶς, τὸ Πνεῦμα καὶ ὁ Πατήρ, ἤγουν ὁ Υἱός, τῇ τῆς οὐσίας ταὐτότητι παρεπομένης, οἶμαί που, τῆς ὁμωνυμίας. Ὧδε γὰρ ἔχον τῇ φύσει τὸ χρῆμα, καὶ καθ' ἕτερόν τινα τρόπον ἐπιδείξαι τις ἄν. Ἁγίου γὰρ ὄντος Θεοῦ κατὰ φύσιν, ἅγιον οὐσιωδῶς τὸ Πνεῦμά ἐστι, δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τοῦ ἁγίου Θεοῦ μεταλάχοι τις ἄν. Β. Οὐχ ὡς ἴδιον, φασίν, ἀλλ' ὡς ἐπακτὸν ἔχοντος τὸν ἁγιασμόν, διακομίζοντός τε τῇ κτίσει παρὰ Θεοῦ. Α. Προηγιασμένον οὖν ἄρα τὸ Πνεῦμα, τὸν οὐχ ἑαυτοῦ τοῖς κτίσμασιν ἐνίησιν ἁγιασμόν, εἴπερ εἶναί φαμεν ἀληθὲς ὡς ἔν γε παντὶ τῷ διακομίζειν ὑπειλημμένῳ τὸ δι' αὐτοῦ τυχὸν εἰς ἑτέρους διᾴττον εἴη δή που πάντως ἂν καὶ ἕτερον παρ' αὐτό. Διακομίσαι γὰρ ἂν οὔτι που τῶν ὄντων οὐδὲν ἑαυτὸ πρὸς ἑτέρους, οὐχ ὡς ἑαυτό. Β. Ἀληθές. Α. Οὐκοῦν, εἰ μὴ ἔστιν ἅγιον φύσει τὸ Πνεῦμα τὸ ἐν ἡμῖν, φραζόντων ἐκεῖνοι τίνα δὴ ἄρα λοιπὸν ἀπεκληρώσατο φύσιν. Καὶ εἰ μὴ βούλοιντο τὴν ἁγίαν ἀπονέμειν αὐτῷ, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως ἀποκινδυνεύσειεν ἂν αὐτοῖς εἰς ἀδιάφυκτον δυσφημίαν ὁ λόγος; Β. Ἔοικε. Πλὴν ἐκεῖνό φασιν ὅτι Χριστὸς ἔφη περὶ αὐτοῦ· «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Μέτοχον οὖν ἄρα φασὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ. Α. Ἥκιστά γε, πολλοῦ γε, οἶμαι, καὶ δεῖ. Τὸ γὰρ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἴδιον αὐτοῦ, πῶς ἂν αὐτοῦ μεταλάχοι πώποτε, καὶ ἐν ἴσῳ τοῖς θύραθεν σχετικῶς ἁγιάζοιτο, καὶ ἀλλότριον ἔσται κατὰ φύσιν, οὗ καὶ ἴδιον εἶναι λέγεται; Δεινοὶ δέ, ὡς οἴονται, τῶν θείων λόγων γεγονότες βασανισταί, καὶ ἰσχνοὶ λίαν, ἀνθότου, παρέντες τὸ κατασκέπτεσθαι δεῖν τὸ ἐτύμως ἔχον, κεκιβδηλευμένοις καὶ νόθοις ἐπινήχονται λογισμοῖς; Οὐ γάρ τοι φύσεως ἐδήλου διαφορὰν ἑαυτοῦ τε πέρι καὶ τοῦ Πνεύματος λέγων ὁ Υἱὸς ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ γὰρ ἂν ἔφη καὶ μάλα σαφῶς ὡς Λήψεται μὲν ἐξ ἐμοῦ τὸν ἁγιασμόν, ἀνθαγιάσει δὲ καὶ ὑμᾶς αὐτό. Φύσεως γὰρ ἐδήλου ταυτὶ τὴν εἰς ἀνισότητα διακοπὴν καὶ ὡς ἕτερον ἐν ἑτέρῳ τὸν ἁγιασμὸν ἐν τῷ Πνεύματι κατεδείκνυ σαφῶς. Ἀλλὰ τουτὶ μὲν οὐκ ἔφη, λόγοις δὲ ὅτι κεχρήσεται τοῖς αὐτοῦ διὰ τὸ τῆς οὐσίας ταὐτὸν καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές, ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο τυχόν, λόγον εἶναι τοῦτο Χριστοῦ. «Οὐ γὰρ λαλήσει, φησίν, ἀφ' ἑαυτοῦ οὐδέν, ἀλλὰ ὅσα ἀκούσει λαλήσει.»