Ancient Greek
Page 658
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 658
Not analysed yet
Ὥσπερ οὖν ὁ Υἱός, ὁμοούσιος ὑπάρχων τῷ Θεῷ καὶ Πατρί, Λόγος τε ὢν αὐτοῦ, τὰ αὐτοῦ λαλεῖ—» Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ,» κατὰ τὴν Ἰωάννου φωνήν, ἐπεὶ μὴ ἕτερον παρά γε τὸ ἐν τῷ Θεῷ καὶ Πατρὶ τὸ θέλημα τοῦ Υἱοῦ—, κατὰ τὸν ἴσον, οἶμαι, τρόπον τε καὶ λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ Χριστοῦ λαλεῖ, Πνεῦμα ὑπάρχον αὐτοῦ, καὶ τῇ πρὸς πᾶν ὁτιοῦν ταὐτότητι φυσικῇ τὴν αὐτοῦ δόξαν τε καὶ ταὐτοέπειαν ἔχον. Ἅγιον τοίνυν οὐ μεθεκτῶς οὐδὲ τῇ ἔξωθεν σχέσει τῇ πρὸς τὸν Υἱόν, ἀλλὰ φύσει καὶ ἀληθείᾳ τὸ Πνεῦμα αὐτοῦ. Καὶ ὥσπερ ἐστὶν ἀπόπληκτόν τε καὶ ἀμαθὲς ἄνθρωπον μὲν ὀνομάζεσθαι τὸν ἄνθρωπον ἀληθῶς, νοεῖσθαί γε μὴν παρὰ τοῦτο ἕτερον, οὕτω ἠλίθιον κομιδῇ Πνεῦμα μὲν ἅγιον ὀνομάζειν τὸ Πνεῦμα, τοῦ γε μὴν εἶναι κατὰ φύσιν ἅγιον ἀποσοβεῖν αὐτό, καὶ εἰς ἑτέραν ἐκτόπως καταβιάζεσθαι φύσιν. Οὐ γὰρ δόξης ἢ ὑπεροχῆς κατασημανεῖ τινα τρόπον τοὔνομα αὐτῷ, καθάπερ ἀμέλει τὸ Ἀρχὴ καὶ Θρόνος καὶ Κυριότης ἐπὶ τῶν εἰς τὸ εἶναι δι' αὐτοῦ παρενηνεγμένων· ἔσται δὲ μᾶλλον οἱονεὶ τῆς οὐσιώδους ποιότητος δεικτικόν, ὡσπερανεὶ καὶ τῷ Πατρὶ τὸ Πατὴρ καὶ τῷ Υἱῷ τὸ Υἱός. Καὶ εἴπερ ἐστὶ τῆς ἐσχάτης ἀσυνεσίας μήνυσις ἀκριβὴς τὸ Πατέρα μὲν ὀνομάζειν τὸν Θεόν, οὐκ εἶναι δὲ αὖ Πατέρα νοεῖν αὐτόν, ἢ καὶ Υἱὸν μὲν τὸν Υἱόν, οὐκ εἶναι δὲ τοῦτο λέγειν, πῶς ἂν ἀπαλλάξαιμεν τῶν ἐξ ἀμαθίας αἰτιαμάτων τοὺς ἁγιότητος φυσικῆς κατατολμῶντας ἀπογυμνοῦν τὸ φύσει τε καὶ ἀληθῶς ἅγιον Πνεῦμα; Εἴπερ οὖν ἅγιος κατὰ φύσιν Θεός, ἅγιον δὲ κατ' αὐτὸν καὶ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ νοούμενον Πνεῦμα, τίς ἂν εἴη λοιπὸν ὁ τῆς ἑτερότητος τρόπος, φημὶ δὲ τῆς κατ' οὐσίαν; Ἢ πῶς οὐχ ἁλοῖεν ἂν σαθροὶ καὶ ὀλιγογνώμονες οἱ κτίσει συγγράφοντες τὸ δι' οὗ καὶ ἐν ᾧ θεότητος φύσις ἐστὶν ἐν ἡμῖν; Οὐ γὰρ ἐν κτίσματι μεθεκτὸν τὸ ὑπὲρ τὴν κτίσιν; ἢ οὐκ ἀληθὴς ὁ λόγος; Β. Καὶ μάλα. Α. Τί δέ; Οὐχὶ σοφός, μᾶλλον δὲ αὐτόχρημα σοφία Θεός; Β. Καὶ πῶς τοῦτο ἀμφίλογον; Α. Σοφὰ δὲ ἐν τίνι τὰ σοφούμενα, φράζε δή μοι πάλιν. Β. Ἐν σοφίᾳ δηλονότι. Α. Οὐκοῦν εἰ σοφοῖ τὸ Πνεῦμα τὰ σοφίας δεκτικά, σοφία που πάντως ἔσται καὶ νοηθήσεται. Τοῦτο δὲ ἔφαμεν εἶναι τὸν Θεόν. Β. Τί οὖν, εἰ καὶ ἄνθρωποι καὶ ἄγγελοι, φασί, σοφοί τέ εἰσι καὶ εἰς τὸ σοφοῦν ἑτέρους ἐπιτήδειοι;