Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De sancta trinitate [Sp.] 77.1157
Not analysed yet
ΚΕΦΑΛ. ΙΗʹ. Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον, ἐκ δύο συντεθειμένην φύσεων· θεότητος δηλονότι καὶ ἀνθρωπότητος ἀλλήλαις ἡνωμένων κατ' αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. Διὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἔνωσιν, καθ' ὑπόστασιν λέγομεν· ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστάσεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ' αὑτήν. Οὐ γὰρ ὑπέστη καθ' αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον, ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο (καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν, τὸ θεωρηθῆναι μίαν ὑπόστασιν), ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα θεωρήσῃ πάντας ἡμᾶς. Ὅθεν μιᾶς ὑποστάσεως κηρύττομεν τὸν Χριστὸν, ἐκ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἔνωσιν ἄκραν, ἀδιαιρέτων μενουσῶν ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ' ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ τὰ προσόντα ταύταις ἀσύγχυτα τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί. Μένει οὖν ἡ θεϊκὴ θέλησις, θεϊκή· καὶ ἡ ἀνθρωπικὴ πάλιν, ἀνθρωπικὴ, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκεται. Δύο τοίνυν θελήσεις ἐν τῷ Χριστῷ· θέλων δὲ καὶ κατ' ἄμφω τὰς θελήσεις, κατ' ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς θεάνθρωπος· μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς, καὶ εἰς ἄνθρωπον ἰδικῶς· ἀλλ' εἷς ἀμερίστως ὑπάρχων, Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ταυτὸν δ' εἰπεῖν, Θεὸς καὶ ἀνήρ. ΚΕΦΑΛ. ΙΘʹ. Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν, οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν· ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν, καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις· οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο, καὶ ἡ ἐνέργεια. Διὸ καὶ τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυτο. Κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς, καὶ τῶν τοιούτων, αἱ θεοσημεῖαι προέβαινον. Καθάπερ σιδήρου τμητικοῦ πυρωθέντος, καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς. Καὶ ἡ τῶν ἐνεργειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις, οὐ κατὰ φύσιν, ἀλλὰ καθ' ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν, διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἒν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρίσθαι ταύτας πραγματικῶς δεδήλωκεν. Ἐν δὲ τῷ εἰπεῖν θεανδρικὴν, θείαν δηλονότι καὶ ἀνδρικὴν, τὸ τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνωσιν ἔδειξεν. Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος (ἐνέργεια γὰρ φυσική ἐστιν, ἡ τῆς ἐνοικ[ουρ]ούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς