Ancient Greek · ~3 min
Page 279
Cyrillus Theol., Epistula canonica ad Domnum (epist. 78) 279
Not analysed yet
σάτω τοῦ πρεσβύτου τὸ δάκρυον. Καὶ εἰ μὲν ἕλοιτο δικάσασθαι πρὸς τοὺς ἐπάγοντας αὐτῷ τὰς αἰτίας, δικαζέσθω κατὰ τὸ εἰωθὸς ἐπὶ τῆς σῆς θεοσεβείας, συμπαρόντων δηλονότι τῶν ὑπὸ τὴν αὐτῆς χεῖρα θεοσεβεστάτων ἐπισκόπων, ἐκτὸς εἰ μὴ παραιτοῖτό τινας ὡς ὑπόπτους· οὐδένα μὲν γὰρ τῶν θεοσεβεστάτων ἐπισκόπων ἐχθρὰ φρονεῖν ἀδελφῷ πιστεύομεν, ἵνα δὲ μὴ πρόφασις αὕτη γένηται, τὴν ἐσομένην ἐπ' αὐτῷ κρίσιν παραλύουσα, πρὸς τὸ μὴ ἐν δίκῃ πεποιῆσθαι δοκεῖν, οὐδὲν ἐστὶ τὸ λυποῦν ἀπεῖναι τοῦ συνεδρίου τῶν ἐν ὑποψίᾳ τινάς. Β Περὶ τοῦ πάντων τῶν ἐκκλησιαστικῶν ἔχειν τὴν ἐξουσίαν τὸν ἐπίσκοπον. Τὰ δὲ ἀδίκως ληφθέντα παρ' αὐτοῦ χρήματα ἀναδοθῆναι δίκαιον κατὰ δύο τρόπους. Πρῶτον μέν, ὅτι οὐδὲ ἐχρῆν ὅλως γενέσθαι τι τοιοῦτον, καὶ ὅτι λυπεῖ σφόδρα καὶ εἰς ἐσχάτην ἀκηδίαν καταφέρει τοὺς ἁπαν-