Ancient Greek
Page 280
Cyrillus Theol., Epistula canonica ad Domnum (epist. 78) 280
Not analysed yet
ταχόσε γῆς ὄντας θεοσεβεστάτους ἐπισκόπους, τὸ ἀπαιτεῖσθαι λόγους τῆς οἰκονομίας τῶν παραπιπτόντων αὐτοῖς ἀναλωμάτων, εἴτε ἐκ προσόδων ἐκκλησιαστικῶν, εἴτε οὖν καὶ ἀπὸ τῆς τινων καρποφορίας· ἕκαστος γὰρ ἡμῶν τῶν ἰδίων καιρῶν δώσει λόγον τῷ πάντων κριτῇ· κειμήλια μὲν γὰρ καὶ κτήσεις ἀκινήτους ἀνεκποιήτως ταῖς ἐκκλησίαις σῴζεσθαι χρή, θαρσεῖσθαι δὲ τοὺς κατὰ καιρὸν τὴν θείαν διέποντας ἱερωσύνην τῶν παραπιπτόντων ἀναλωμάτων τὴν οἰκονομίαν. Γ Περὶ τοῦ μὴ διδόναι παραίτησιν ἱερέα. Τοὺς δὲ τῆς παραιτήσεως λιβέλλους οὐ κατὰ προαίρεσιν οἰκείαν, ἀλλ' ὡς ἐξ ἀνάγκης καὶ φόβου καὶ τῆς τινῶν ἀπειλῆς ἐπιδοῦναι φησί. Καὶ ἑτέρως δὲ πρᾶγμά ἐστιν οὔτε τοῖς τῆς ἐκκλησίας ἀρέσκον θεσμοῖς τὸ λιβέλλους παραιτήσεως προσάγειν τινὰς τῶν ἱερουργῶν· εἰ γὰρ εἰσὶν