Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.417
Not analysed yet
εʹ. Ἀγαπήσωμεν τοίνυν τὴν νηστείαν, ὡς παντὸς ἀγαθοῦ καὶ πάσης εὐθυμίας μητέρα. Ταύτην μὲν Ἑλλήνων ἀτιμάζουσι παῖδες, οἱ δοκήσει σοφοί. Ἰουδαῖοι δὲ πάντας ἀνθρώπους ὑπερβαλλόμενοι τῇ τῶν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται. Πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν. Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐαγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα· «Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι;» Τί φὴς, ἐμβρόντητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσαύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νομομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη—Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.» Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται· καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ' ἐκείνοις τετίμηται· οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νόμον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐντολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν. Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν· «Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι.» Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτάνουσιν ἡ τῶν συμφερόντων παραίνεσις· καὶ τοῖς ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ. Ὅνπερ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβάπτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομιλεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται· οὕτως οἱ τῇ φιληδονίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πεσόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ' ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλιμένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ.