Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.436
Not analysed yet
μεταδιώκοντας βίον ὁρᾶσθαι, οὐ δ' οἷς ἥκιστα χρὴ ῥᾳθυμοῦντας ἐφήδεσθαι, ἀλλ' ὅπερ ἂν εἴη τῷ νομοθέτῃ δοκοῦν, τοῦτο περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντας. Ἁλὶ δὲ ὅμως ἁλίζεσθαι τὰς θυσίας κελεύει, λογισμοῦ καὶ φρονήσεως εἰσφέρων σύμβολον. Δεῖ γὰρ, οἶμαι, τῷ θείῳ φόβῳ, καθάπερ ἁλὶ καταπάττεσθαι τὴν διάνοιαν τῶν ἱερουργούντων Θεῷ, ἵνα μὴ κεχυμένη καὶ διαῤῥέουσα πρὸς ὑδαρεστέρας ἐπιθυμίας, ῥᾳδίως ἐπὶ τὸ χεῖρον ἐκφέρηται, τῶν ἀμεινόνων ὑπερφρονήσασα. Πῶς δὲ οὐκ ἐπαίνου παντὸς ἀξιώσομεν τὸ διὰ τοῦ Παύλου βοώμενον· «Ὁ λόγος ὑμῶν ἐν χάριτι ἁλὶ ἠρτυμένος;» Ἀλλ' οἶμαι μὴ πρότερον δύνασθαι τοιοῦτον ὁρᾶσθαι τὸν λόγον, πρὶν ἂν ἡμῖν τὰ κατὰ γνώμην ἔχοι καλῶς. «Ἀπὸ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.» Ἁλιζέσθω τοίνυν τῶν εὐσεβούντων ὁ νοῦς· ἀποῤῥείτω καθάπερ τι περίττωμα τὴν ἁμαρτίαν· μὴ μαλακιζέσθω, πρὸς ἐκτόπους ῥεμβόμενος ἡδονάς. Διάτοι τοῦτο καὶ Παῦλός φησιν· «Ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε.» Ἑδραῖοι μὲν γὰρ γίνεσθε, λέγων, παντὸς ἐπαίνου τίθησι μακρὰν τοὺς οὔπω συμπεπηγότα καὶ ἠσφαλισμένον ἔχοντας τὸν νοῦν. Οὓ καὶ αὐτὸς ἡμῶν ὁ πάντων Δεσπότης καταιτιᾶται, διὰ τοῦ προφήτου λέγων ὡδί· «Ἠγάπησαν κινεῖν πόδας αὐτῶν, καὶ οὐκ ἐφείσαντο, καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν αὐτοῖς.» Οἱ δὲ πόδες ἐνθάδε, μεταβατικήν τινα σημαίνουσι κίνησιν, καὶ τὴν ἐφ' ἑκάτερα τῆς διανοίας ῥοπὴν, τὴν ἐπί τε τὰ φαῦλά φημι, καὶ ὅσα τὴν τοῦ θαυμάζεσθαι ψῆφον ἐφ' ἑαυτοῖς ἀπαιτεῖ, ὡς πάντως ὡς πεπηγότες εἶεν οἱ πόδες, ἔχοντες ἤδη τὸ ἑδραῖον ἑκτικῶς, καὶ τὴν ἐπὶ τὸ φαῦλον ὀκνοῦντες ὁδόν. Τοιοῦτός ἐστιν ὁ μακάριος Ψαλμῳδὸς, λέγων· «Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου,» τὸ στεῤῥὸν καὶ ἀμετάθετον τῆς ἕξεως διὰ τούτου μηνύων· παραινῶν δὲ ἡμῖν ὁ ἀπόστολος Παῦλος τὸ δεῖν ἐν ἔργῳ Κυρίου περισσεύειν, κατὰ τὸ ἐγχωροῦν τῇ φύσει τὸν ἄνθρωπον, ἀμέριστον δὲ τῆς πρὸς τὸ θεῖον φιλίας δι' ἔργων ἀγαθῶν ἀναφαίνεσθαι. Οὐ γὰρ σώφρονος, οἶμαι, διανοίας ἔργον ἐστὶ, ποτὲ μὲν τῶν θείων νόμων ἀποστατεῖν, ποτὲ δὲ πάλιν, ὥσπερ ἐξ ὕπνου διαναστὰς, ἀντέχεσθαι τῶν αὐτῶν. Οἱ γὰρ τοιοῦτοι ταυτόν μοι δοκοῦσι παθεῖν τοῖς ἀποπίπτουσι τῶν ὁλκάδων ἐν θαλάσσῃ μέσῃ καὶ κύμασιν, οἷς ἐνὸν ἀπαλλάττεσθαι τοῦ φόβου, παραιτουμένοις τὴν ῥᾳθυμίαν, ἐπειδὰν ἐν αὐτῷ γένωνται τῷ κακῷ, τότε μόλις ὁρῶσι τὸ χρήσιμον, καὶ πάλιν ἐπὶ τὴν ὁλκάδα νηχόμενοι, τὴν ὅθεν ἀποπεπτώκασι ζητοῦσιν ἀσφάλειαν. Καίτοι μᾶλλον ἐχρῆν οὐ τοῦ κινδύνου περιμεῖναι τὸ τέλος, ἀλλ' οὔπω παρόντα μισεῖν· οὕτω γὰρ ἂν ἐβουλεύσαντο σωφρονέστερον. Εἰ δὲ παντί τῳ φανεῖται μωρίας ἀνάπλεως ὁ τὴν τῶν τοιούτων ἀποδεχόμενος μίμησιν, καὶ θαυμάζων τὰ δικαίως κατηγορούμενα, πῶς οὐ πᾶσαν προσήκει προθυμίαν εἰσφέροντας ἀπρὶξ τῶν θείων ἔχεσθαι νόμων, καὶ ἀδιά-