Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.437
Not analysed yet
λειπτον ὥσπερ θῦμα τὴν ἀκηλίδωτον ἀναφέρειν πολιτείαν; Ἄκουε δὲ πάλιν, τί περὶ τούτων ἡμῖν ὁ θεῖος διαγορεύει νόμος· «Καὶ ἐλάλησε Κύριος, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως. Αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τοῦ θυσιαστηρίου, ὅλην τὴν νύκτα ἕως πρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθήσεται.» Ἀλλὰ πῶς ἂν, ἀγαπητοὶ, μικρὸς ὑπάρχων καὶ ἀσθενὴς, διασαφῆσαι κατὰ λόγον δυναίμην τὰ διὰ τῆσδε τῆς ἐντολῆς σημαινόμενα; Ποῖος ἡμῖν παραστήσῃ λόγος τὴν ἀκριβῆ τοῦ νοήματος δύναμιν; Ἐπειδὴ δὲ γέγραπται· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·» φέρε δὴ πάλιν τῇ τοῦ Σωτῆρος ἡμῶν καταθαρσήσαντες χάριτι, καὶ τῆς ἐν τούτοις σαφηνείας ἐχώμεθα. εʹ. Ἕλκει πάντας ἐπὶ τὴν εὐσέβειαν ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, καὶ διεγείρει πρὸς ἀρετὴν τοὺς ὅσοι τὴν ἀκοὴν τοῖς αὐτοῦ νόμοις εὐπειθεστέραν ἔχειν οἴονται δεῖν. Ἀλλ' οὐ πᾶσιν ἴση περὶ τοῦτο σπουδὴ, οὐδὲ διὰ τῆς αὐτῆς προθυμίας ἕκαστος ἄγεται. Οἱ μὲν γὰρ ἐκτενέστερον προσίασι τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἡγούμενοι οὐδὲν προτιμότερον, ὁλόκληρον ὥσπερ ἱερεῖον καὶ ἀμέριστον θῦμα προσάγουσιν ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Τούτοις τὸ τῆς ὁλοκαυτώσεως ὄνομα πρεπωδέστατον· αὕτη γὰρ ὄντως ἐστὶν ἡ ὁλοκαύτωσις, ὅταν τις ὅλος ἐξ ὅλου προσφέρηται τῷ Θεῷ, ἐν οὐδενὶ καιρῷ τὸ πονηρὸν ἐργαζόμενος. Ἀλλ' ὅρα τί περὶ τοῦ τοιούτου φησὶν ὁ τῆς ὁλοκαυτώσεως νόμος. «Αὕτη ἡ ὁλοκαύτωσις, ὅλην τὴν νύκτα ἐπὶ τοῦ θυσιαστηρίου ἕως πρωΐ. Καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθήσεται.» Ποῖον δ' ἂν εἴη τοῦ θυσιαστηρίου τὸ πῦρ, ἢ πάντως ἡ ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος σχέσις; Ὅπερ ἡμῖν καὶ ὁ Σωτὴρ ἐσήμαινε, λέγων· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» Ὁ μὲν οὖν ὁλοκαυτούμενος, καὶ ὅλος ἐξ ὅλου Θεῷ προσφερόμενος, ἄσβεστον ἐφ' ἑαυτῷ τηρείτω τὸ πῦρ, καὶ τῆς ἁγίας ἐκείνης φλογὸς ἀκμαζέτω διαπαντὸς ἡ δύναμις ἐν αὐτῷ· Ὅλην γὰρ τὴν νύκτα, φησὶν, ἥτις εἰς τὸν παρόντα βίον ἐκληφθήσεται. Οὐ γὰρ προσήκει, ποτὲ μὲν ἀποψύχεσθαι παρακλίνοντα πρὸς τὸ φαῦλον· ποτὲ δὲ πάλιν ἀναζωπυρεῖσθαι τὸν νοῦν, ἀλλὰ μονότροπον εἶναί τινα, καὶ ἀεὶ τῷ πνεύματι ζέοντα, καθάπερ φησὶν ὁ Παῦλος. Εἴη δ' ἂν ἡμῖν καὶ δι' ἑτέρων ὑποδειγμάτων τοῦτο καταφανέστερον, εἰ τὴν ἀκριβῆ τοῦ νόμου περιεργαζοίμεθα βούλησιν. Λέγει γὰρ πάλιν οὕτως ἐφεξῆς πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· «Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις, ἐπὶ τοῦ θυσιαστηρίου. Ἀμνοὺς ἐνιαυσίους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινὸν, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ