Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.440
Not analysed yet
τοῦ ἳν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ ἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί.» Ἀλλ' ἔστι καὶ διὰ τούτων ἡμᾶς εἰδέναι σαφῶς, ὅτι καιρὸν οὐδένα προσήκει παρατρέχειν ἐᾷν, ὅτε μὴ καθηκόντως ἐν αὐτῷ τιμᾶται Θεὸς, τὴν ἐξ ἔργων ἀγαθῶν εὐωδίαν, ὥσπερ τινὰ θυσίαν διηνεκῆ παρ' ἡμῶν προσδεχόμενος. Τὸ γὰρ ἀρχομένης μὲν τῆς ἡμέρας τὸν ἕνα σφάζεσθαι κελεύειν ἀμνὸν, ἐπὶ τέλει δὲ ταύτης τὸν δεύτερον, τὸν πάντα σημαίνειν ἔοικε χρόνον, διὰ τῶν ἄκρων τὰ μέσα περιλαμβάνων. Οἴνῳ δὲ καὶ ἐλαίῳ τὴν σεμίδαλιν ἀναφύρεσθαι βούλεται, οὐχ ὁλόκληρον αὐτῇ τὸ μέτρον ἐπιχεῖσθαι κελεύων, ἀλλὰ τὸ τέταρτον τοῦ ἵν· δι' αἰνίγματος ἐκεῖνο διδάσκων, ὅτι περ οἱ διηνεκῆ τῷ Θεῷ προσάγοντες τὴν τιμὴν, μᾶλλον δὲ καθάπερ τι θῦμα τῷ νομοθέτῃ προσαγόμενοι θυμηρέστερον, ἐλεηθέντες εὐφρανθήσονται, ἐν μὲν τῷ παρόντι βίῳ μικρόν τι τοῦ δώρου κομισάμενοι μέρος (τὸ γὰρ τέταρτον τοῦ ἲν ἐπιχεῖσθαι κελεύει), ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος, πληρεστάτης αὐτοῖς ἀποδοθησομένης τῆς χάριτος, ὅτε, καθά φησιν ὁ προφήτης, «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· καὶ ἀπέδρα ὀδύνη, καὶ στεναγμός.» Διαῤῥήδην τοίνυν τοῦ νόμου κελεύοντος, μηδαμοῦ ταῖς ἐπὶ τὸ χεῖρον παρατροπαῖς ἀποκλίνεσθαι συγχωρεῖν εἰς ἁμαρτίαν τὸν νοῦν, πῶς οὐ πάσης ἐσόμεθα τιμωρίας ὑπεύθυνοι, τῶν οὕτω καλῶς δεδεγμένων ὀλιγωρήσαντες; Εἰ δέ σοι τῆς ἀνθρώπου φύσεως περισκεπτομένῳ τὴν ἀσθένειαν, δυσχερὴς εἶναί πως καταφαίνεται τῆς τοιαύτης ἀγωγῆς ὁ τόνος (μὴ γὰρ δύνασθαι διαπαντὸς, ἴσως ἐρεῖς, ἄκμονος δίκην σκληρῶς καὶ ἀμειλίκτως διακεῖσθαι περὶ τοὺς πόνους), καὶ τῆς οὕτως ἀκριβοῦς πολιτείας δυσέφικτον εἶναι λέγοις τὸ τέλος, λύσει σοι τὴν ἀφορμὴν ὁ νόμος ὑποβεβηκότα βίου τρόπον ἀναδεικνὺς, τοῦ μὲν εἰρημένου καταδεέστερον, πολὺ δὲ τοὺς ἄλλους ἀναβεβηκότα, καὶ ἐξαλλόμενον. Ποῖον δὲ τοῦτόν φημι, πάλιν ἀπὸ τῆς θείας Γραφῆς παραλαβὼν, τὴν εἰκόνα σαφῆ σοι ποιῆσαι πειράσομαι. Ὅτε γὰρ τοῖς υἱοῖς Ἰσραὴλ, ἐν πυρί τε καὶ γνόφῳ, καὶ θυέλλῃ Θεὸς ἐπεφαίνετο, καὶ τοὺς περὶ τῶν πρακτέων ὥριζε νόμους, ἀναγκαῖον εἶναι νομίσας ὁ πάνσοφος Μωσῆς, καὶ διὰ πράγματος ἐναργοῦς ἐπιδεῖξαι τοῖς υἱοῖς Ἰσραὴλ τῆς ἀρεσκούσης τῷ νομοθέτῃ πολιτείας τὸν τύπον, ὅσον πρὸς τὴν ἐκείνων ἕξιν καὶ διάνοιαν, οὔπω δυναμένην παραδέχεσθαι τὰ τελειότερα, τοιοῦτόν τι διαπράττεται· «Ὀρθρίσας γὰρ, φησὶ, τὸ πρωῒ, ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς τὸν κρατῆρα, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.» Ἀλλ' εἰδῶμεν πάλιν ἕκαστα τῶν γεγραμμένων διαπτύσσοντες ἀκριβῶς, οἷος ἡμῖν ὠφελείας ἐκ τούτου ἀναφαίνεται τρόπος.