Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.637
Not analysed yet
τες σάλπιγγα, μέγα τι καὶ διαπρύσιον κήρυγμα, καὶ εὐσημοτάτην ὥσπερ ἠχὴν ἀναγεγωνεῖν ἠπείγμεθα, τοῖς ἁπανταχόσε κατασημαίνοντες, ὅτι «καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ,» κατὰ τὸ γεγραμμένον, καιρὸς ἀγώνων καὶ πόνων καὶ νίκης τῆς κατὰ παθῶν σωματικῶν τε καὶ ψυχικῶν. βʹ. Παραθήγει δὲ ἡμᾶς εἰς τὴν ἐπὶ τούτῳ διάγγελσιν Γράμμα θεῖόν τε καὶ ἱερὸν, ὡδί πως ἔχον καὶ λέγον· «Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημάνητε ἐν ταῖς σάλπιγξι, καὶ ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.» Οὐκοῦν ἐπειδήπερ ἔν γε τῷ παρόντι μάλιστα καιρῷ σαρκός τε καὶ παθῶν καταστρατεύεσθαι δεῖν ὁ τῆς νηστείας ἡμᾶς ἀναπείθει θεσμὸς, φέρε τοῖς καθήκουσιν ὅπλοις ἀνδρείως ἐναρμοσώμεθα, καὶ παντευχίαν ἀμφιεσώμεθα τὴν πνευματικήν. Παρίτω δὲ ἡμῖν ὁ Χριστοῦ στρατιώτης ἀγωνιούμενος, οὐ σιδήρῳ λαμπρῷ τεθωρακισμένος, οὐ φρικτὸν ἀνατείνων λόφον, οὐ χαλκήλατον ἀσπίδα καὶ δόρυ προφαίνων, ἀλλ' ἤ φησιν ὁ θεσπέσιος Παῦλος, «ἐνδυσάμενος τὴν πανοπλίαν τοῦ Θεοῦ, πίστιν, ἐλπίδα, καὶ ἀγάπην, καὶ ὑπομονὴν, καρτερίαν τὴν ἐπ' ἀγαθοῖς·» φρόνημα νεανικόν τε καὶ ἄθραυστον, καὶ καρδίαν οὐκ εὐκατάσειστον, ἀκλινῆ δὲ μᾶλλον καὶ ἐρηρεισμένην, καὶ ἀφιλόμαχον μὲν εἰς ἀδελφοὺς, ἐμπειροπόλεμον δὲ πρὸς ὑπεναντίους. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ τῆς προφήτου φωνῆς ὀρθῶς εἰρημένον· «Ὁ πραῢς ἔστω μαχητής.» Μὴ γὰρ εἴ τις οἰέσθω τὸ πικρὸν τῶν δαιμονίων ἠρεμήσειν στῖφος, ἤγουν καταλήξειν τῆς καθ' ἡμῶν μανίας τὸν Σατανᾶν. Καὶ εἴρηται μέν που πρὸς Ἰουδαίους· «Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες τὰ κακά.» Ἀλλὰ τὸ οὕτως ἔχον ὀρθῶς τε καὶ καλῶς καὶ ταῖς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσιν ἐπαυδήσαι τις ἂν, καὶ μάλα εἰκότως, αἳ τόνδε περινοστοῦσι τὸν κόσμον, ἑκάστου τῶν ἐν αὐτῷ πολυπραγμονοῦσαι βίον, δεινοῖς τε καὶ ἀγρίοις ὄμμασι τοὺς ἁγίους κατασκεπτόμεναι, καὶ τοὺς μὲν ἤδη νενευκότας εἰς πονηρίαν παραθήγουσαι πρὸς ἀποστασίαν τὴν ἔτι μειζόνως χείρονα, καὶ φαυλότητος ἀπάσης ἐπ' αὐτὸ λοιπὸν ἰοῦσαν τὸ ἀκρότατον· τοῖς γε μὴν ἑλομένοις ἀγαθουργεῖν, καὶ τοῖς τῆς δικαιοσύνης ἐπαυχεῖν κατορθώμασι, καθάπερ τισὶ τῶν ὅτι μάλιστα πολεμιωτάτων ἀντεγειρόμεναι, καὶ τῆς ἐνούσης αὐταῖς δυστροπίας ἀντεξάγουσαι τὴν ὠμότητα. Μάχεται γὰρ ἡμῖν οὐχ αἷμα καὶ σὰρξ, ἀλλ' ἡ παγχάλεπος καὶ ἀποστάτις τῶν δαιμόνων πληθὺς, καὶ μὴν ἐπὶ ταύτῃ καὶ τῶν τῆς σαρκὸς κινημάτων ὁ ἔμφυτος μὲν, πλὴν