Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.693
Not analysed yet
οὕτω πάλιν τοῖς θείοις ἐντρυφήσομεν λόγοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΙΓʹ. αʹ. Καλὸν, ὡς ἔοικε, μᾶλλον δὲ ἤδη καιρὸς, ἅγιος ἡμᾶς προσαιροῦντας λόγοις, ἥκειν τε εἰς μέσον, κα τὴν ἁγίαν καὶ πανεύφημον ἡμῶν ἑορτὴν προανακηρύττειν λέγοντας· «Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.» Ἐπετώθαζε μὲν γὰρ πάλαι κειμένοις ἡ ἁμαρτία, καὶ κατεστρατεύετο τυραννικῶς τὸ τῆς σαρκὸς ἔμφυτον κίνημα, ποταμίου νάματος δίκην ταῖς ἁπάντων ψυχαῖς εἰσχεομένης ἀεὶ τῆς ἀκράτου καὶ ἀγρίας ἡδονῆς, καὶ κατωθούσης ἀεὶ πρὸς τὸ δεῖν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ τῆς γῆς. Καὶ τάχα που ταῖς ἁπάντων ἀσθενείαις ἐπιμειδιῶν ὁ θάνατος, καὶ τὴν τῷ διαβόλῳ πρέπουσάν τε καὶ φίλην ὑπεροψίαν νοσῶν, μετ' ἐκείνου ἀνακεκράγει, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι» Ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατώλισθέ τε καὶ κατεσείσθη τὰ καθ' ἡμᾶς, ταῖς ἁπάντων συμφοραῖς μονονουχὶ καὶ ἐπιστυγνάζων ὁ φιλοικτίρμων Θεὸς, διὰ φωνῆς Ἡσαΐου φησί· «Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη· καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, ὥστε μὴ διαλιπεῖν.» Ἀλλ' εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλὰ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Παρακομισθέντες μὲν γὰρ εἰς παράβασιν καὶ παρακοὴν, καὶ τοῦ ζῇν ἐννόμως ἐκ φιλοσαρκίας ἡμαρτηκότες, πλατὺ γελῶντα καὶ ὀνειδίζοντα τὸν φιλεγκλήμονα Σατανᾶν, καὶ τὸ πονηρὸν τῶν δαιμόνων εἴχομεν στῖφος. Ἔστι γὰρ, ἔστιν «ἐχθρὸς καὶ ἐκδικητὴς,» κατὰ τὸ γεγραμμένον. Καὶ μὴν ἐπὶ τούτοις καὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις ὑπερυθριῶντες οἱ τάλανες, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν ἐν τούτῳ παρῃρημένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων νενοσηκότες, διετρίβομεν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ὁ πάντων Δημιουργὸς ἠλέει κειμένους, καὶ παντὸς εἰς λῆξιν ἐληλακότος κακοῦ, παρεκάλει λέγων διὰ τῶν ἁγίων προφητῶν· «Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· μηδὲν ἐντραπῇς, ὅτι ὠνειδίσθης. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.» Ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν μονογενῆ Θεὸν Λόγον, γενόμενον ἐκ γυναικὸς καὶ ἐκ σπέρματος Ἀβραὰμ,