Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.765
Not analysed yet
τοὺς μὲν, ἡλίῳ τὸ σέβας, τοὺς δὲ, σελήνῃ καὶ ἄστροις ἀνάπτειν ἀνέπειθεν· ἀλλὰ καὶ τοῖς ἐπὶ τούτων αἰσχίοσιν ἐνιεὶς ἐγκλήμασι, καὶ κτηνῶν ἀλόγων ἀφιεροῦν ἐποίει μορφὰς, τὸ θεῖον, οἶμαί που, περιυβρίζων ἀξίωμα· καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας τὴν δόξαν ἀποκομίζειν ἀποτολμῶν, καὶ μέχρι τῶν οὕτως εὐτελεστάτων, καὶ τὰ ὧν οὐδεὶς ἂν γένοιτο λόγος, φιλαπεχθημόνως αὐτῇ παρεικάζειν ἀξιῶν. Δεινὸν γὰρ ἀεὶ, καὶ πάντολμον τὸ θηρίον. Ἀποβουκολήσας δὴ οὖν τῆς ἀληθοῦς θεογνωσίας τὸν ἄνθρωπον, καὶ βουλῆς ἀρίστης καὶ διασκεμμάτων ὀρθῶν ἀμοιρεῖν ἀναπείσας, καὶ ταῖς αὐτοῦ ζεύγλαις ἐξ ἀπάτης ὑπενεγκὼν, ἁπάσης μὲν εὐθὺς φαυλότητος ἐραστὴν ἀπετέλει, ἀστιβῆ δὲ αὐτῷ, καὶ ἀνήνυτον παντελῶς ἀποφήνας τὴν ἀρετὴν, βδελυρὸν ἐτίθη, καὶ Θεῷ κατεστυγημένον. Ἥκοντας δὲ ἤδη πρὸς τοῦτο ταλαιπωρίας, ἠλέει λοιπὸν ὁ τῶν ὅλων Δημιουργὸς, ἀντετίθη τοῖς ἐκείνου κακουργήμασι τοὺς διασώζειν εἰδότας. Ἐκάλει διὰ Μωσέως, πρωτόλειον ὥσπερ τι τῆς ἐκείνου θεότητος ἐξελῶν τὸν ἀρχαῖον Ἰσραὴλ, καὶ δὴ καὶ νόμοις ἀρίστοις αὐτὸν καταρυθμίζων εἰς ἀκοσμίαν, ζηλωτὸν ἐπετέλει. Ἀλλ' οὐδὲν ἧττον ἐκεῖνος, τὴν τῶν ἁπλουστέρων ὑποτρέχων καρδίαν, αἰσχρῶν ἐπιτηδευμάτων καὶ ἀνοσίου βουλῆς μεταποιεῖσθαι παρεσκεύαζεν. Ἰατροὶ κατὰ καιροὺς ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν εἰδότες οἰκονομικῶς ἀνεδείκνυντο. Ἀλλὰ καὶ αὐτοὺς ἀτιμάζοντες τοὺς ἁγίους προφήτας, πολυτρόπως ἡλίσκοντο. Ἀθλίως δὴ οὖν πεπραχόσιν ἡμῖν αὐτὸν ἀναγκαίως κατέπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, μετακομιοῦντα τὰ καθ' ἡμᾶς εἰς τὸ ἀσυγκρίτως ἄμεινον ἢ πάλαι, καὶ ἀνασώσαντα τοὺς ἐπὶ τῆς γῆς, ἐξῃρημένης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ δι' αὐτῆς ἀναφύντος θανάτου τῇ ἰδίᾳ ῥίζῃ συνολωλότος, καὶ αὐτῆς δὲ πρὸς τούτοις τῆς τοῦ διαβόλου τυραννίδος καθῃρημένης. Ἔπρεπε δὲ τὰ οὕτω λαμπρὰ καὶ περιφανῆ τῶν κατορθωμάτων, τῶν μὲν γενητῶν οὐδενὶ, μόνῃ δὲ μᾶλλον τῇ πάντα ὑπερκειμένῃ φύσει, καὶ ταῖς ἀνωτάτω δυνάμεσι καὶ ὑπεροχαῖς εὖ μάλα κατεστεμμένῃ. Γέγονε τοίνυν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ δι' οὗ τὰ πάντα παρήχθη πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. Καὶ τίς μὲν ὁ τρόπος τῆς οἰκονομίας, ἤτοι τῆς ἑνώσεως τοῦ Λόγου πρὸς τὸ ἀπὸ γῆς σαρκίον, πολυπραγμονεῖν οὐκ ἀζήμιον. Τὸ γὰρ ὑπὲρ νοῦν καὶ λόγον βασάνου κρεῖττον ἀεὶ, καὶ ὑποφέρεσθαι ταῖς ἐρεύναις ἀξιοῖ. Γεγονὼς δὲ καθ' ἡμᾶς, δίχα μόνου τοῦ εἰδέναι πλημμελεῖν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ ταῖς τῶν τερατουργημάτων ὑπερβολαῖς σαφῶς τε καὶ ἐναργῶς ἀνεδείκνυτο. Νεκροὺς γὰρ ἐκ μνημάτων ὀδωδότας ἤδη καὶ κατεφθαρμένους παλινδρομεῖν ἐκέλευεν εἰς ζωήν· τυφλοῖς τοῖς ἐκ γενετῆς ἐδίδου τὸ βλέπειν· μακρῶν ἀπήλλαττε νοσημάτων· θαλάσσῃ καὶ πνεύμασιν ἐπιτιμῶν ἐθαυμάζετο, καὶ πολὺς ἂν γένοιτο περὶ τούτων ὁ λόγος, ἕκαστα σαφῶς εἰπεῖν ἑλόμενος.