Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.925
Not analysed yet
πάντας ἡμᾶς ἐλεήμων ἀρχιερεύς. Τί οὖν ἄρα φαίη τις ἄν; Οὐ γὰρ ἦν ἐλεήμων ὡς Θεὸς, καὶ πρὶν γενέσθαι καθ' ἡμᾶς; Καίτοι πῶς οὐκ ἀγαθὸς κατὰ φύσιν, μᾶλλον δὲ αὐτόχρημα τὸ ἀγαθὸν νοοῖτ' ἂν εἰκότως, ὁ τῆς ἀνωτάτω φύσεως οὐσιώδης καρπός; Ἆρ' οὖν ἐκ τοῦ μὴ εἶναι κατὰ φύσιν ἀγαθὸς, μεταπεφοίτηκεν εἰς αὐτό; Καίτοι πῶς ἂν οὐκ ὄφλοι γέλωτα ταῦτα ἔχειν ὀρθῶς, εἰ διενθυμοῖτό τις; Γέγονε δὲ εἰς ἡμᾶς ἐλεήμων ἀρχιερεὺς κατὰ τοιόνδε τινὰ τρόπον. Ὁ μὲν γὰρ δι' ἀγγέλων λαληθεὶς νόμος τοῖς ἐξ Ἰσραὴλ, τοὺς ταῖς παραβάσεσιν ὑποπίπτοντας ἀποτιννύναι δίκας, καὶ τοῦτο ἀμελλητὶ προστέταχε· καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος· «Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει.» Ἦ[ν] οὖν ἀμελέτητον καὶ ἀνεπιτήδευτον παντελῶς τοῖς κατὰ νόμον ἱερατεύουσι, τὸ κατοικτεῖραί τινας τῶν ἁλόντων ἐπὶ ῥᾳθυμίαις. Γέγονε δὲ Χριστὸς ἐλεήμων ἀρχιερεύς. Οὐ γὰρ ἐζήτησε δίκας τοὺς ἐπὶ τῆς γῆς τῶν ἡμαρτημένων· δεδικαίωκε δὲ μᾶλλον ἅπαντας χάριτι καὶ οἰκτιρμοῖς. Καὶ προσέτι τούτῳ πνευματικοὺς ἀπέφηνε προσκυνητὰς, λαμπράν τε καὶ ἐναργῆ παραστήσας ἡμῖν τὴν ἀλήθειαν, τουτέστι, τὸν ἀληθῆ τῆς εὐζωΐας τρόπον. Ὃς διά γε εὐαγγελικῶν κηρυγμάτων, εὖ μάλα κατασημαίνεται, καὶ οὐ ταῖς Μωσέως ἐπιτιμήσας ἐντολαῖς, ἤγουν ἀνατρέψας τὰ πάλαι τεθεσπισμένα, παρέδειξε τὴν ἀλήθειαν· ἀποσαλεύσας δὲ μᾶλλον τὴν τοῦ νομικοῦ γράμματος σκιὰν, καὶ μεθιστὰς τοὺς τύπους εἰς τὴν ἐν Πατρὶ καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Τοιγάρτοι καὶ ἔφασκεν ἐναργῶς· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Λέγω γὰρ ὑμῖν, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως πάντα γένηται.» Τὸ δὲ δὴ τοὺς τύπους μετακομίζειν εἰς ἀλήθειαν, οὐ καταλύοντος ἦν αὐτούς· ἀποπεραίνοντος δὲ μᾶλλον, εἴπερ ἐστὶν ἀληθὲς ὡς οἱ ζωγραφεῖν εἰδότες, ὅτε ταῖς πρώταις σκιαῖς τὸ τῶν χρωμάτων πολυειδὲς ἐπαλείφουσιν, οὐκ ἀναιροῦσιν αὐτὰς, ἄγουσι δὲ μᾶλλον εἰς ὄψιν ἐμφανεστέραν. Τοιοῦτόν τι πέπραχεν ὁ Χριστὸς, τὸ παχὺ τῶν τύπων κατισχνῶν εἰς ἀλήθειαν. Ἀλλ' οὐ συνῆκεν ὁ Ἰσραὴλ τὸ μυστήριον, καίτοι καὶ νόμου καὶ προφητῶν πολυτρόπως αὐτὸ προηγορευκότων. Καὶ αὐτοῦ δὲ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ διὰ μυρίων ὅσον ἀποτελεσμάτων ἐννοεῖν ἀναπείθοντος, ὅτι εἰ καὶ πέφηνεν ἄνθρωπος οἰκονομικῶς δι' ἡμᾶς, ἀλλ' οὖν ἐστι καὶ οὕτως ὃ ἦν, Θεὸς δηλονότι. Διὰ τοῦτο, καὶ τὰ πέρα μέτρου τοῦ καθ' ἡμᾶς ἀπετέλει, καὶ θεοπρεπῶν ἥπτετο μεγαλουργημάτων; νεκροὺς ἀνιστὰς ἐκ μνημάτων, ὀδωδότας ἤδη καὶ διεφθαρμένους· τυφλοῖς ἐνιεὶς τὸ φῶς, ὡς Δημιουργός· πνεύμασιν ἀκαθάρτοις μετ' ἐξουσίας ἐπιτιμῶν· νεύματι λεπροὺς ἀπαλλάττων τοῦ πάθους. Ἕτερά τε πρὸς τούτοις