Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.928
Not analysed yet
ἀποτελῶν, ἅπαντός ἐστιν ἐπέκεινα καὶ λόγου καὶ θαύματος. Τοιγάρτοι καὶ ἔφασκεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε.» Ἀλλ' ἦν καὶ οὕτω σκληρὸς καὶ ἀτεράμων ὁ Ἰσραὴλ, θρασὺς καὶ ἐξήνιος καὶ ἀπαιδαγώγητος παντελῶς· καίτοι γὰρ δέον ἀμελλητὶ πιστεύειν αὐτῷ, γαῦρον ἀνατείναντες τὸν αὐχένα, λοιδορίαις ἔβαλ[λ]ον, καὶ μέχρι παντὸς διετέλεσαν ἀτιμάζοντες, καὶ τελευτῶντες ἐσταύρωσαν. Ἦν μὲν οὖν ἐθελοντὶ μὴ παθεῖν, τοὺς τῶν Ἰουδαίων ἀμογητὶ διεκδῦναι βρόχους· πῶς γὰρ ἥλω Θεὸς, ὡς ἀνθρωπίνης ἰσχύος μειονεκτούμενος; Ἐπειδὴ δὲ τὸ παθεῖν λύσις ἦν θανάτου καὶ φθορᾶς (οὐ γὰρ ἂν ἐνικήθη θανάτῳ τὸ σῶμα τῆς ζωῆς), ἀφῆκεν ἑκὼν ἰσχύσαι βραχὺ τὰ τῶν Ἰουδαίων τολμήματα Ἵνα τῷ θανάτῳ προσβαλὼν, καὶ ἀναστὰς ἐκ νεκρῶν, ὁδὸς καὶ θύρα γένηται τῇ ἀνθρώπου φύσει πρός γε τὸ δύνασθαι καταθλεῖν αὐτῷ. Ἀνεβίω γὰρ, καὶ ἀνέβη πρὸς τὸν Πατέρα, πρωτόλειον ἀνθρωπότητος ἀνανεωθείσης εἰς ἀφθαρσίαν. Οἱονεί πως ὑπὲρ ἡμῶν ἑαυτὸν παραστὰς, καὶ ἔστι τῷ γεννήσαντι σύνεδρος. Ἥξει τε κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην. «Τοὺς γὰρ πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» δʹ. Οὐκοῦν ὡς παραστησόμενοι κατὰ καιροὺς τῷ πάντων κριτῇ, διὰ πάσης ἀγαθουργίας τὰς ἑαυτῶν καταφαιδρύνωμεν ψυχὰς, ἀποσχώμεθα φιλοσαρκίας καὶ ῥύπων σωματικῶν, ἀναλάβωμεν σπλάγχνα οἰκτιρμοῦ, τοῖς δεομένοις ἐπικουρήσωμεν, ἐλεήσωμεν ὀρφανοὺς, ἀνακτησώμεθα χήρας· τοὺς ἐν ἀῤῥωστίαις ἐπισκεψώμεθα, τοὺς ἐν δεσμοῖς καὶ ἀνάγκαις· μελετήσωμεν ἀοργησίαν· κατορθώσωμεν ἀνεξικακίαν, πραότητά τε καὶ ἡμερότητα, καὶ ἁπαξαπλῶς πᾶν εἶδος ἀρετῆς. Οὕτω γὰρ τὴν ἁγίαν καὶ πάναγνον ἐπιτελέσομεν ἑορτὴν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς, ἀπὸ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Φαμενὼθ μηνός· καταπαύοντες μὲν τὰς νηστείας τῇ τριακάδι τοῦ αὐτοῦ Φαμενὼθ μηνὸς, ἑσπέρᾳ βαθείᾳ Σαββάτῳ, κατὰ τὴν εὐαγγελικὴν παράδοσιν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ νουμηνίᾳ τοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς· ἵνα καὶ τὸν καιρὸν τῆς ἀνέσεως καθάπερ εἰκόνα τινὰ τῆς τῶν ἁγίων ἐν οὐρανοῖς ἀναπαύλης λογιζόμενοι, τῆς αὐτῶν ἀξιωθῶμεν κοινωνίας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ΚΖʹ. αʹ. Πάλιν ἡμᾶς ἐπὶ τὸν συνήθη θίασον καὶ τὴν πάναγνον ἑορτὴν ὁ λαμπρὸς τῶν ἁγίων συναγείρει χορὸς, καὶ τῷ πάντων Σωτῆρι Χριστῷ χαριστηρίους ᾠδὰς ἀναπέμπεσθαι δεῖν ἐπιτάττειν, λέγων· «Ὁ