Ancient Greek
162.38
Cyrillus Theol., Explanatio Xii Capitulorum 162.38
Unproofread scanNot analysed yet
ἔχων τὸ ἐξ αὐτοῦ, καὶ οὐσιωδῶς ἐμπεφυκὸς αὐτῷ Πνεῦμα ἅγιον, εἰργάζετο τὰς θεοσημίας k · ὥστε καὶ ἄνθρωπος γεγυώς, ἐπιμεμένηκας καὶ οὕτω Θεός· ὥστε ἰδίᾳ δυνάμει τῇ διὰ τοῦ Πνεύματος ἐπλήρου τὰ θαύματα. Οἱ δὲ λέγοντες, ὡς ἄνθρωπον ἕνα τὸν καθ' ἡμᾶς, ἤγγον τῶν ἁγίων, δεδοξάσθαι αὐτὸν τῇ διὰ τοῦ Πνεύματος ἐνεργείᾳ, οὐχ ὡς ἰδίᾳ μᾶλλον, ἀλλ' ὡς ἀλλοτρίᾳ, καὶ οὐ θεοπρεπεῖ χρώμενον, καὶ ὡς ἐν χάριτος μέρει λαβεῖν παρὰ τοῦ Πνεύματος τὴν εἰς οὐρανοὺς ἀνάληψιν· ὑποκείσονται δικαίως τῇ δυνάμει τοῦ ἀναθεματισμοῦ.