Ancient Greek
163.3
Cyrillus Theol., Explanatio Xii Capitulorum 163.3
Unproofread scanNot analysed yet
Ἀρχιερέα, καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γεγενῆσθαι Χριστὸν ἡ θεία λέγει Γραφή· προσεξεκομίσαι δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὁσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Εἰ τις τοίνυν ἀρχιερέα, καὶ ἀπόστολον ἡμῶν γεγενῆσθαι φησιν οὐχ αὐτὸν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὅτε γέγονε σάρξ, καὶ καθ' ἡμᾶς ἄνθρωπος, ἀλλ' ὡς ἕτερον παρ' αὐτὸν, ἰδίως ἄνθρωπον ἐκ γυναικός· ἢ εἰ τις λέγει ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν αὐτὸν τὴν προσφορὰν, καὶ οὐχὶ δὴ μᾶλλον ὑπὲρ μόνων ἡμῶν· οὐ γὰρ ἂν ἔδεξήτο προσφοράς ὁ μὴ εἰδὼν ἁμαρτίαν· ἀνάθεμα ἔστω.