Ancient Greek
163.4
Cyrillus Theol., Explanatio Xii Capitulorum 163.4
Unproofread scanNot analysed yet
Ἐξήγησις I'. Σμικρὰ μὲν ὁμολογοῦμεν, τῷ ἐκ Θεοῦ Πατρὸς φῶντι Λόγῳ τὰ ἀνθρώπινα. Πλὴν ἀλλ' οὐχ ἀπόδηλα διὰ τὴν οἰκονομίαν. Κύριος γὰρ ὢν τῶν ὅλων κατὰ φύσιν, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, μορφὴν δούλου λαβὼν· καὶ κεχρημάτικεν ἡμῶν καὶ ἀρχιερεύς, καὶ ἀπόστολος, τῶν τῆς ἀνθρωπότητος μέτρων C καὶ εἰς τοῦτο καλοῦντων αὐτόν· Προσεχέμισα δὲ ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὁσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί· μὴ γὰρ προσφορὰν ἐτελείωκε τοὺς ἀγιαζομένους εἰς τὸ δηνιχᾶς, »καθὼς γέγραπται. Ἄλλ' οὐχ οὕτως· οἱ ἐτερόφρονες οὐχ αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἄνθρωπον γεγόντα διαχυρίζονται, χρηματίσαι τε καὶ ἀπόστολον, καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, ἀλλ' ὡς ἕτερόν τινα παρ' αὐτὸν ἄνθρωπον ἰδίως, τὸν ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένον φασὶ χρηματίσαι καὶ ἀπόστολον, καὶ ἀρχιερέα, καὶ κατὰ προκοπὴν εἰς τοῦτο ἐληλυθέναι, καὶ οὐχ ὑπὲρ γε μόνων ἡμῶν, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν a ἑαυτὸν εἰς θυσίαν τῷ Θεῷ καὶ Πατρί· ὅπερ ἐστὶ τῆς ἀρδύς, καὶ ἀμωμήτου πίστεως ἀλλότριον παντελῶς· οὐ γὰρ ἐποίησεν ἁμαρτίαν· ὁ δὲ χρείαν ὢν τοῦ πλημμελεῖν, καὶ ἀμαρτίας ἁμαρτίας παντελῶς, οὐχ ἂν ἔδεξήτο θυσίας τῆς ὑπὲρ ἑαυτοῦ. Ἐπειδή δὲ τὸ εἴκὸς παραβούμενοι, δύο δὴ πάλιν υἱοὺς ἐπινουῶσιν οἱ ἐτερόφρονες, ἀναγκαίως γέγονεν ὁ ἀναθεματισμός, ἐμφανῆ καθιστῶν τὴν ἀσέβειαν αὐτῶν.