Ancient Greek
Page 493
Cyrillus Theol., Fragmenta ex libro contra Diodorum Tarsensem 493
Not analysed yet
βʹ. Καίτοι πῶς οὐ μᾶλλον ἐχρῆν τὴν ἑτερότητα τῶν ἰδιωμάτων καταδεῖξαι βεβουλημένον, σαρκός τε φημὶ καὶ θεότητος, δι' ὧν ἦν εἰκὸς ἐννοιῶν τε καὶ λόγων ἐπ' αὐτὸ δὴ τοῦτο χωρεῖν· οὐ γὰρ ταὐτὸν τό γε ἧκον εἰς ποιότητά φημι τὴν ἐνοῦσαν ἑκατέρῳ τῶν ὠνομασμένων, σῶμά τε καὶ ἀσώματον, ἡ ἐξ ἀνθρωπίνου φυράματος ληφθεῖσα σὰρξ καὶ ὁ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀναλάμψας Λόγος. πλὴν οὐ ταύτης ἕνεκα τῆς αἰτίας διαιρετέον εἰς δύο χριστοὺς καὶ υἱοὺς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν.