Ancient Greek
Page 494
Cyrillus Theol., Fragmenta ex libro contra Diodorum Tarsensem 494
Not analysed yet
γʹ. Ὅτι δὲ καὶ ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ τοῦ Κυρίου τὴν σάρκα, πλεισταχοῦ μὲν εἴρηται πρὸς ἡμῶν, διαβεβαιούμεθα δὲ καὶ νῦν οὐχ ἑτέρως ἔχειν. δʹ. Ἀκουέτω δὴ καὶ πρὸς ἡμῶν ὁ Διόδωρος Εἰ δὴ σάρκα λέγεις ὃν δὴ Ναζωραῖον ἤγουν ἄνθρωπον ἀναληφθέντα καλεῖς, δεῖξον ἡμῖν σεαυτὸν περιστολῆς ἁπάσης καὶ προσωπείου δίχα, εἰπὲ δὴ σαφῶς ἃ φρονεῖν ἀξιοῖς καὶ μὴ ὡς ἄψυχον ἁπλῶς ὀνομάζων σάρκα, πειρῶ συναρπάζειν ἀκροωμένους. ἐπεὶ καὶ ἡμεῖς αὐτοί φαμεν ὅτι κατά γε τὸν ἰδιότητος λόγον, εἴη που ἂν δὴ πάντως ἑτεροφυὴς ἡ σὰρξ παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον, πλὴν αὐτοῦ γέγονε καθ' ἔνωσιν ἀδιάσπαστον. εʹ. Ἔστι δὲ μᾶλλον εἷς τε καὶ ὁ αὐτὸς Υἱὸς ὥστε καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας νοεῖσθαι θεϊκῶς καὶ ἐξ ἡμῶν ἀνθρωπίνως, ἤγουν ἐκ σπέρματος Δαυεὶδ, ὠνομάσθη προφήτης κατὰ Μωσέα. καὶ οὐκ ἀπιστοῦμεν αὐτοῦ τῇ κλήσει, ἐπείπερ ἐγνώκαμεν τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν, οὐκ αὐτὸς ἦν ὁ ναὸς οὔτε μὴν εἰς ἰδίαν φύσιν καθὸ νοεῖται Θεὸς τὴν λύσιν ἐδέχετο, ἀλλ' ἦν ἴδιον αὐτοῦ τὸ λυθὲν καθάπερ ἀμέλει καὶ ἡμῶν ἑκάστου τὸ ἴδιον σῶμα. ϛʹ.