Ancient Greek
Page 495
Cyrillus Theol., Fragmenta ex libro contra Diodorum Tarsensem 495
Not analysed yet
Ἡ γὰρ ἐκ τῆς ἁγίας παρθένου γέννησις, οὐχ ὁδὸς εἰς ὕπαρξιν εὑρέθη τῷ Λόγῳ ἀλλ' εἰς φανέρωσιν τὴν μετὰ σαρκός· καὶ ἥκιστα μέν ἐστι θνητὸς ἐκ θνητῶν, ζωὴ δὲ μᾶλλον ὡς ἐκ ζωῆς τοῦ Πατρός. ἀλλ' ἴδιον γέγονε τῆς ζωῆς τὸ θνητὸν ἐκ θνητῶν καὶ τῷ θανάτῳ κάτοχον σῶμα, ἵνα δι' αὐτοῦ τῷ θανάτῳ προσβαλὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν ἀναμορφώσῃ πρὸς ἀφθαρσίαν καὶ θανάτου κρεῖττον ἀποφήνῃ τὸ τῷ θανάτῳ κεκρατημένον, τό γε ἧκον εἰς ἰδίαν φύσιν· ἠτόνησε γὰρ ἐμβαλὼν ὁ θάνατος τῷ σώματι τῆς ζωῆς. ζʹ. Ὅτι γὰρ "τροπῆς ἀποσκίασμα" παθεῖν ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἀνέχεται, ἀλλ' οὐδ' ἂν ἡ σὰρξ ἀφεῖσα τοῦθ' ὅπερ ἐστὶν, εἰς τὴν τοῦ ἑνωθέντος αὐτῇ Λόγου μεταβάλῃ φύσιν ἁπαστισοῦν οἶμαι τῶν εὖ φρονούντων ἐρεῖ. ηʹ. Βραχὺ γὰρ ἀπενεγκόντες εἰ δοκεῖ τοῦ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν βάσανον, ὅταν αὐτὴν καθ' ἑαυτὴν ὅτι ποτέ ἐστι πολυπραγμονήσωμεν, ἓν τῶν ὠνομασμένων τὴν φύσιν ἕτερον ἂν εἴη παντελῶς καὶ ἕτερον, δουλικὴ μορφὴ καὶ δεσποτικὴ, ἤγουν ἀνθρωπίνη καὶ θεϊκὴ, ἀμνὸς καὶ ἀρχιερεὺς, ποιήτης καὶ ποίημα. θʹ. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς Οὐκοῦν οὐ κατῴκηκεν "ἐν αὐτῷ "πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς;" ἀληθὲς καὶ