Ancient Greek · ~2 min
Page 511
Cyrillus Theol., Fragmenta ex libro ii contra Theodorum Mopsuestenum 511
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ πρὸς τὰ Θεοδώρου δευτέρου λόγου Οὗ ἡ ἀρχή Οἱ τὴν ἁγίαν καὶ θεόπνευστον γραφὴν καθαρῷ διανοίας περιαθρήσαντες ὀφθαλμῷ. αʹ. ΤΟΙΣ μαθηταῖς ἔλεγε "Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς "γῆς· εἷς γάρ ἐστιν ὑμῶν καθηγητὴς, ὁ Χριστός·" οὐ γὰρ ὅτε τοῦτο τοῖς ἀποστόλοις παρήγγειλε, τοῦ φαινομένου σώματος τὴν οἰκείαν διώριζε θεότητα, οὐδ' ὅτε Χριστὸν ἑαυτὸν διεμαρτύρατο εἶναι ψυχῆς καὶ σαρκὸς διωρίζετο οὕτως ἄμφω τυγχάνων Θεός τε καὶ ἄνθρωπος, δοῦλος ὁρώμενος καὶ Κύριος γνωριζόμενος, τὸ μὲν ὑψηλὸν τῆς θεότητος τῷ ταπεινῷ τῆς ἐνανθρωπήσεως ὑποκρυπτόμενος φρονήματι, τὸ δέ γε ταπεινὸν τοῦ ὁρωμένου σώματος τῆς θεότητος ὑπεραίρων ἐνεργείᾳ.