Ancient Greek · ~4 min
Page 512
Cyrillus Theol., Fragmenta ex libro ii contra Theodorum Mopsuestenum 512
Not analysed yet
βʹ. Μὴ ἀπατάτωσαν οἱ ἄνθρωποι, μηδὲ ἀπατάσθωσαν ἄνθρωπον ἄνουν δεχόμενοι τὸν κυριακὸν, ὡς αὐτοὶ λέγουσι, μᾶλλον δὲ τὸν Κύριον ἡμῶν καὶ Θεόν· οὐδὲ γὰρ τὸν ἄνθρωπον χωρίζομεν τῆς θεότητος, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν δογματίζομεν, πρότερον μὲν οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν καὶ μόνον Υἱὸν καὶ προαιώνιον ἀμιγῆ σώματος καὶ τῶν ὅσα σώματος· ἐπὶ τέλει δὲ καὶ ἄνθρωπον προσληφθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, παθητὸν σαρκὶ, ἀπαθῆ θεότητι, περιγραπτὸν σώματι, ἀπερίγραπτον θεότητι, τὸν αὐτὸν ἐπίγειον καὶ οὐράνιον, ὁρώμενον καὶ νοούμενον, χωρητὸν καὶ ἀχώρητον, ἵν' ὅλῳ ἀνθρώπῳ τῷ αὐτῷ καὶ Θεῷ ὅλος ἄνθρωπος ἀναπλασθῇ ὁ πεσὼν ὑπὸ τὴν ἁμαρτίαν. γʹ. Ἐπειδὴ γὰρ ἐσαρκώθη ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἀνέθαλλεν εἰς ζωὴν ἡ ἀνθρώπου φύσις· γέγονε γὰρ "πρωτεύων ἐν πᾶσιν αὐτός." καὶ ταύτης ἕνεκα τῆς αἰτίας ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος ἰδίαν ἐποιήσατο σάρκα τὴν θανάτῳ κάτοχον, ἵνα κρείττονα καὶ θανάτου καὶ φθορᾶς αὐτὴν ἀποφήνας, παραπέμψῃ καὶ εἰς ἡμᾶς τὴν χάριν. ὥσπερ γὰρ κατεβιβάσθημεν εἰς θάνατον ἐν Ἀδὰμ, οὕτως ἐν Χριστῷ τὴν θανάτου παρωσάμενοι τυραννίδα, πρὸς ἀφθαρσίαν ἀναμορφούμεθα.